Σάββατο 22 Φεβρουαρίου 2014

Κυριακή Ἀποκρέω. Ἁγίου Ἰωάννου Χρυσοστόμου

Κυριακή Ἀποκρέω
(Ματθ. κε΄31-46)

Ὑπόμνημα εἰς τόν Ἅγιον Εὐαγγελιστὴν Ματθαῖο, ὁμιλία ΟΘ΄





α΄. Τῆς περικοῆς ταύτης τῆς ἡδίστης, ἥν συνεχῶς στρέφοντες οὐ διαλιμπάνομεν, ἀκούσωμεν νῦν μετὰ σπουδῆς καὶ κατανύξεως πάσης, εἰς ἥν καὶ ἐσχάτην ὁ λόγος ἐτελεύτησεν· εἰκότως. 
Καὶ γὰρ πολὺς αὐτῷ φιλανθρωπίας καὶ ἐλεημοσύνης ὁ λόγος. Διὸ καὶ ἐν τοῖς ἔμπροσθεν ὑπὲρ ταύτης διλέχθη διαφόρως, καὶ ἐνταῦθα λοιπὸν σαφέστερόν πως καὶ εὐτονώτερον, οὐ δύο πρόσωπα καὶ τρία, οὐδὲ πέντε τιθείς, ἀλλὰ τὴν οἰκουμένην ἅπασαν· εἰ καὶ τὰ μάλιστα καὶ αἱ πρότεραι, αἱ διὰ τῶν δύο προσώπων, οὐ δύο πρόσωπα ἐδήλουν, ἀλλὰ μέρη δύο, τὸ μὲν παρακουόντων, τὸ δὲ ὑπακουόντων. 
Ἀλλ’ ἐνταῦθα καὶ φρικωδέστερον μεταχερίζειν τὸν λόγον, καὶ τηλαυγέστερον. Διόπερ οὐδὲ λέγει. Ὡμοιώθη ἡ βασιλεία, λοιπόν, ἀλλ’ἐκκεκαλυμμένως ἑαυτὸν δείκνυσι, λέγων· Ὅταν δὲ ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ. Νῦν γὰρ ἐν ἀτιμίᾳ παραγέγονε, νῦν ἐν ὕβρεσι καὶ ὀνείδεσι· τότε δὲ καθεδεῖται ἐπὶ θρόνου δόξης αὐτοῦ. 
Καὶ συνεχῶς μνημονεύει δόξης. Ἐπειδὴ γὰρ ὁ σταυρὸς ἦν, πρᾶγμα δοκοῦν ἐπονείδιστον εἶναι, διὰ τοῦτο ἐπαίρνει τὸν ἀκροατὴν, καὶ ὑπ’ ὄψιν αὐτῷ τὸ δικαστήριον ἄγει, καὶ τὴν οἰκουμένην, περιΐστησιν ἅπασαν.   
Καὶ οὐ ταύτῃ μόνον φοβερὸν ποιεῖ τὸν λόγον, ἀλλὰ καὶ τῷ δεικνύναι τοὺς οὐρανοῦς κενουμένους. Πάντες γὰρ οἰ ἄγγελοι παρέσονται  μετ’ αὐτοῦ, φησί, καὶ αὐτοὶ μαρτυροῦντες ὅσα διηκονήσαντο πεμπόμενοι παρὰ τοῦ Δεσπότου πρὸς τὴν τῶν ἀνθρώπων σωτηρίαν.  Καὶ πανταχόθεν φρικώδης ἡ ἡμέρα τότε ἐκείνη. Εἶτα Συναχθήσεται, φησί, πάντα τά ἔθνη, τοὐτέστι, πᾶσα ἠ τῶν ἀνθρώπων φύσις. Καὶ ἀφοριεῖ αὐτοὺς ἀπ’ ἀλλήλων, ὥσπερ ὁ ποιμὴν τὰ πρόβατα. Νῦν μὲν γὰρ οὐκ εἰσίν ἀφωρισμένοι, ἀλλὰ ἀναμίξ ἅπαντες· ἡ δὲ διαίρεσις  τότε ἔσται μετὰ ἀκριβείας ἀπάσης. Καὶ τέως ἀπὸ τῆς στάσεως αὐτοὺς διαιρεῖ καὶ ποιεῖ δήλους· εἶτα καὶ ἀπὸ τῶν ὀνομάτων τὸν ἑκάστου τρόπον ἐνδείκνυται, τοὺς μὲν ἐρίφια καλῶν, τοὺς δὲ πρόβατα, ἵνα τῶν μὲν τὸ ἄκραπον δείξῃ· οὐδεὶς γὰρ ἀπὸ ἐρίφων καρπὸς γένοιτ’ ἄν· τῶν δὲ τὴν πολλὴν πρόσοδον· καὶ γὰρ πολλὴ τῶν προβάτων ἡ πρόσοδος, ἀπὸ τε ἐρίου, ἀπὸ τε γάλακτος, ἀπὸ τε τῶν τικτομένων, ὧν ἁπάντων ἔρημον ἔριφος. Ἀλλὰ τὰ μὲν ἄλογα ἀπὸ φύσεως ἔχει τὸ ἄκαρπον καὶ τὸ ἔγκαρπον· ἐκεῖνοι δὲ ἀπὸ προαιρέσεως· διὸ καὶ κολάζονται ἐκεῖνοι, καὶ στεφανοῦνται οὗτοι.


Καὶ οὐ πρότερον αὐτοὺς κολάζει, ἕως ἄν δικάσηται πρὸς αὐτούς· διὸ καὶ στήσας αὐτούς, λέγει τὰ ἐγκλήματα. Οἱ δὲ μετὰ ἐπιεικείας φθέγγονται, ἀλλ’ οὐδὲν αὐτοῖς ὄφελος λοιπόν· καὶ μάλα εἰκοτως, ὅτι πρᾶγμα οὕτω περισπούδαστον παρέδραμον.  Καὶ γὰρ καὶ οἱ προφῆτες ἄνω καὶ κάτω ἔλεγον, ὅτι Ἔλεον θέλω, καὶ οὐ θυσίαν· καὶ ὁ νομοθέτης διὰ πάντων εἰς τοῦτο ἐνῆγε, καὶ διὰ ρημάτων, καὶ διὰ πραγμάτων· καὶ αὐτὴ ἡ φύσις τοῦτο ἐπαίδευσε. Σκόπει δὲ αὐτοὺς οὐχ ἑνὸς καὶ δύο μόνον, ἀλλὰ πάντων ἐρήμους ὄντας. Οὐ γὰρ δὴ μόνον πεινῶντα οὐ ἔθρεψαν, οὐδὲ γυμνὸν οὐ περιέβαλον· ἀλλ’ οὐδὲ ὅ κουφότερον ἦν, οὐδὲ ἄρρωστον ἐπεσκέψαντο. Καὶ σκόπει πῶς κοῦφα ἐπιτάττει. Οὐκ εἶπεν. Ἐν φυλακῆ ἤμην, καὶ ἀπηλλάξατέ με· ἄρρωστος ἤμην, καὶ ἀνεστήσατέ με· ἀλλ’ Ἐπεσκέψασθέ με, καὶ Ἤλθετε πρὸς με. Καὶ οὐδὲ ἐν τῷ πεινῇν ἐπαχθὲς τὸ κελευόμενον. Οὐδὲ γὰρ πλυτελῆ ἐζήτει τράπεζαν, ἀλλὰ τὴν χρείαν μόνον, καὶ τὴν ἀναγκαίαν τροφήν, καὶ ἐζήτει ἐν ἱκέτου σχήματι. Ὥστε πάντα αὐτοὺς ἱκανὰ κολάσαι· τὸ εὔκολον τῆς αἰτήσεως, ἄρτος γὰρ ἦν· τὸ ἐλεεινὸν τοῦ αἰτοῦντος, πτωχὸς γὰρ ἦν· τὸ συμπαθὲς τῆς φύσεως, ἄνθρωπος γὰρ ἦν· τὸ ποθεινὸν τοῦ αἰτοῦντος, πτωχὸς γὰρ ἦν· τὸ συμπαθὲς τῆς φύσεως, ἄνθρωπος γὰρ ἦν· τὸ ποθεινὸν τῆς ἐπαγγελίας, βασιλείαν γὰρ ἐπηγγείλατο· τὸ φοβερὸν τῆς κολάσεως, γέενναν γὰρ ἠπείλησε· τὸ ἀξίωμα τοῦ λαμβάνοντος, Θεὸς γὰρ ἦν ὁ διὰ τῶν πτωχῶν λαμβάνων· τὸ ὑπερβάλλον τῆς τιμῆς, ὅτι τοσοῦτον καταβῆναι κατηξιωσε· τὸ δίκαιον τῆς παροχῆς, ἀπὸ γὰρ τῶν ἑαυτοῦ ἐλάμβανεν. Ἀλλὰ πρὸς  ἅπαντα ταῦτα ἡ φιλαργυρία καθάπαξ ἐπήρωσε τοὺς ἁλόντας, καὶ ταῦτα τοσαύτης ἀπειλῆς κειμένης.  Καὶ γὰρ καὶ ἀνωτέρω φησί, τοὺς οὐ δεχομένους καὶ τοὺς τοιούτους τῶν Σοδόμων χαλεπώτερα πείσεσθαι· καὶ ἐνταῦθα φησιν. Ἐφ’ ὄσον οὐκ ἐποιήσατε ἑνὶ τῶν ἐλαχίστων τούτων τῶν ἀδελφῶν μου οὐδὲ ἐμοὶ ἐποιήσατε. Τί λέγεις; ἀδελφοί σού εἰσι· καὶ πῶς ἐλαχίστους καλεῖς; Διὰ γὰρ τουτο ἀδελφοί, ἐπειδὴ ταπεινοί, ἐπειδὴ πτωχοί, ἐπειδὴ ἀπερριμμένοι. Τοὺς γὰρ τοιούτους μάλιστα εἰς ἀδελφότητα καλεῖ,  τοὺς ἀγνῶτας, τοὺς εὐκαταφρονήτους· οὐχί τοὺς μοναχοὺς λέγων τούτους μόνον, καὶ τοὺς τὰ ὄρη κατειληφότας, ἀλλ’ἕκαστον πιστόν·  κἄν βιωτικὸς , πεινῶν δὲ καὶ λιμώττων, καὶ γυμνός, καὶ ξένος, πάσης αὐτὸν τῆς ἐπιμελείας ταύτης ἀπολαύειν βούλεται. Ἀδελφὸν γὰρ τὸ βάπτισμα ἐργάζεται, καὶ ἡ τῶν θείων μυστηρίων κοινωνία.

β΄ Εἶτα ἵνα καὶ ἑτέρωθεν ἴδῃς, τὸ δίκαιον τῆς ἀποφάσεως, πρότερον ἐκείνους ἐπαινεῖ τοὺς κατωρθωκότας, καί φησι· Δεῦτε, οἱ εὐλογημένι τοῦ Πατρὸς μου, κληρονομήσατε τὴν ἡτομασμένην ὑμῖν βασιλείαν πρὸ καταβολῆς κόσμου Ἐπείνασα γάρ, καὶ ἐδώκατέ μοι φαγεῖν· καὶ τὰ ἑξῆς ἅπαντα. Ἵνα γὰρ μὴ λέγωσιν, ὅτι Οὐκ εἴχομεν, ἀπὸ τῶν συνδούλων αὐτοὺς καταδικάζει· ὥσπερ τὰς παρθένας ἀπὸ τῶν παρθένων, καὶ τὸν δοῦλον τὸν μεθύοντα καὶ γαστριζόμενον ἀπὸ τοῦ πιστοῦ δούλου, καὶ τὸν τὸ τάλαντον καταχώσαντα ἀπὸ τῶν τὰ δύο προσενεγκάντων καὶ ἕκαστον τῶν διαμαρτανόντων ἀπὸ τῶν κατωρθωκόντων. Καὶ αὕτη ποτὲ μὲν ἐξίσου ἡ σύγκρισις γίνεται, ὡς ἐνταῦθα καὶ ἐπὶ τῶν παρθένων· ποτὲ δὲ ἐκ τοῦ πλεονάζοντος, ὡς ὅταν λέγῃ, Ἄνδρες Νινευῖται ἀναστήσονται,  καὶ κατακρινοῦσι τὴν γενεὰν ταύτην, ὅτι ἐπίστευσαν εἰς τὸ κήρυγμα Ἰωνᾶ· καὶ ἰδοὺ πλεῖον Ἰων ὧδε· καὶ, Βασίλισσα νότου κατακρινεῖ τὴν γενεὰν ταύτην, ὅτι ἦλθεν ἀκοῦσαι τὴν σοφίαν τοῦ Σολομῶντος· καὶ ἰδοὺ πλεῖον Σολομῶντος ὧδε· καὶ ἀπό τοῦ ἰσάζοντος δὲ πάλιν, ὅτι Αὐτοὶ κριταὶ ὑμῶν ἔσονται· καὶ πάλιν ἀπὸ τοῦ πλεονάζοντος· Οὐκ οἴδατε ὅτι ἀγγέλους κρινοῦμεν;  μ ή τ ι γ ε  β ι ω τ ι κ ά ;  Καὶ ἐνταῦθα μέντοι ἀπὸ τοῦς ἰσάζοντος· καὶ γὰρ πλουσίους πλουσίοις, καὶ πένητας πένησι παραβάλλει. Οὐ ταύτῃ δὲ μόνον δείκνυσι τὴν ψῆφον δικαίως ἐκφερομένην, τῷ τοὺς ὁμοδούλους κατωρθωκέναι ἐν τοῖς αὐτοῖς ὄντας, ἀλλὰ καὶ τῷ μηδὲ ἐν τούτοις ὑπακοῦσαι, ἐν οἷς οὐδὲν ἡ πενία κώλυμα ἦν· οἷον, ἐν τῷ ποτίσαι διψῶντα, ἐν τῷ δεδεμένον, ἰδεῖν, ἐν τῷ ἄρρωστον ἐπισκέψασθαι. Ἐγκωμιάσας δὲ τοὺς κατωρθωκότας, δείκνυσιν, ὅσον ἄνωθεν  ἦν αὐτῷ πρὸς αὐτοὺς τὸ φίλτρον. Δεῦτε γάρ, φησίν, οἱ εὐλογημένοι τοῦ Πατρός μου κληρονομήσετε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν πρὸ καταβολῆς κόσμου. 
Πόσων ἀγαθῶν τοῦτο τὸ ὄνομα ἀντάξιον, τὸ εὐλογήμένους εἶναι, καὶ παρὰ Πατρὸς εὐλογημένοις;  Καὶ πόθεν τοσαύτης τιμῆς ἠξιώθησαν; τίς ἡ αἰτία; Ἐπείνασα, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐπιτίσατέ με, καὶ τὰ ἑξῆς. Πόσης ταῦτα τιμῆς, πόσης μακαριότητος τὰ ρήματα; Καὶ οὐκ εἶπε, λάβετε, ἀλλά, κηρονομήσατε, ὡς οἰκεῖα, ὡς πατρῷα, ὡς ὑμέτερα, ὡς ὑμῖν ἄνωθεν ὀφειλόμενα. Πρὶν ἤ γὰρ ὑμᾶς γενέσθαι, φησί, ταῦτα ὑμῖν ἡτοίμαστο καὶ ηὐτρέπιστο, ἐπειδὴ ἤδειν τοιούτους ἐσομένους ὑμᾶς, Καὶ ἀντὶ τίνων τοσαῦτα λαμβάνουσιν; Ἀντὶ στέγης, ἀντὶ ἱματίου, ἀντὶ ἄρτου, ἀντὶ ὕδατος ψυχροῦ, ἀντὶ ἐπισκέψεως, ἀντὶ εἰσόδου τῆς εἰς τὸ δεσμωτήριον. Καὶ γὰρ πανταχοῦ τῆς χρείας ἐστίν, ἔτι δὲ καὶ ὅπου οὐδὲ τῆς χρείας. Οὐ γὰρ δήπου, ὅπερ ἔφην, ὁ κάμνων καὶ ὁ δεδεμένος τοῦτο ἐπιζητεῖ μόνον, ἀλλ’ ὁ μὲν λυθῆναι, ὁ δὲ ἀπαλλαγῆναι τῆς ἀρρωστίας. Ἀλλ’ αὐτός, ἥμερος ὤν, τὰ εἰς δύναμιν ἀπαιτεῖ· μᾶλλον δὲ καὶ τῶν εἰς δύναμιν ἐλάττω, ἡμῖν καταλιμπάνων φιλοτιμεῖσθαι ἐν τῷ πλείονι. 
Ἐκείνοις δέ, Πορεύεσθε ἀπ’ ἐμοῦ, οἱ κατηραμένοι· οὐκέτι ὑπὸ τοῦ Πατρός· οὐ γὰρ αὐτὸς αὐτοὺς κατηράσατο, ἀλλὰ τὰ οἰκεῖα ἔργα· εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτομασμένον,  οὐχ ὑμῖν, ἀλλὰ τῷ διάβολῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Περὶ μὲν γὰρ τῆς βασιλείας ὅτε ἔλεγε, Δεῦτε κληρονομήσατε τὴν βασιλείαν, ἐπήγαγε, τὴν ἡτοιμασμένην ὑμῖν πρὸ καταβολῆς κόσμου· περὶ δὲ τοῦ πυρὸς οὐκέτι, ἀλλά, τό ἡτοιμασμένον τῷ διαβόλῳ. Ἐγὼ μὲν γὰρ τὴν μὲν βασιλείαν ὑμῖν ἑτοίμασα, τὸ δὲ πῦρ οὐκέτι ὑμῖν, ἀλλὰ τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ· ἐπειδὴ δὲ ὑμεῖς ἑαυτοὺς ἐνεβάλετε, ἑαυτοὺς λογίζεσθε.
 Οὐ ταύτῃ δὲ μόνον, ἀλλὰ καὶ διὰ τῶν ἑξῆς, ὥσπερ ἀπολογούμενος αὐτοῖς, καὶ τὰς αἰτίας τίθησιν. Ἐπείνασα γάρ, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν. Εἱ γὰρ καὶ ἐχθρὸς ἦν ὁ προσιών, οὐχ ἱκανὰ τὰ πάθη καὶ τὸν ἀνελεῆ κατακλάσαι καὶ ἐπικάμψαι, λιμός, καὶ κρυμός, καὶ δεσμά, καὶ γυμνότης, καὶἀρρωστία, καὶ τὸ αἴθριον πλανᾶσθαι πανταχοῦ; Ταῦτα γὰρ καὶ ἔχθραν ἱκανὰ λῦσαι. Ἀλλὰ ὑμεῖς οὐδὲ εἰς φίλον ταῦτα ἐποιήσατε, καὶ φίλων, καὶ εὐεργέτην καὶ Δεσπότην ὄντα.   
Καὶ κύνα μὲν ἄν ἴδωμεν πεινῶντα, πολλάκις ἐπικλώμεθα· καὶ θηρίον ἄν θεασώμεθα, ἐπικαμπτόμεθα· τὸν δὲ Δεσπότην ὁρῶν οὐκ ἐπικάμπτη; καὶ ποῦ ταῦτα ἀπολογίας ἄξια; Εἰ γὰρ τοῦτο μόνον ἦν, οὐχ ἰκανὸν εἰς ἀντίδοσιν; οὐ λέγει τὸ ἀκοῦσαι φωνῆς τοιαύτης ἐπὶ τῆς οἰκουμένης παρὰ τοῦ καθημένου ἐπὶ τοῦ θρόνου τοῦ πατρικοῦ, καὶ βασιλείας τυχεῖν, ἀλλ’ αὐτὸ τὸ ἐργάσασθαι οὐχ ἱκανὸν εἰς ἀμοιβήν; 
 Νυνὶ δὲ καὶ τῆς οἰκουμένης παρούσης, καὶ τῆς ἀρρήτου δόξης ἐκείνης φαινομένης, ἀνακηρύττει σε καὶ στεφανοῖ, καὶ ὁμολογεῖ τὸν τροφέα καὶ τὸν ξενοδόχον· καὶ οὐκ αἰσχύνεται τοιταῦτα λέγων, ἵνα σοι λαμπρότερον ποιήσῃ τὸν στέφανον. Διὰ δὴ τοῦτο καὶ οὗτοι δικαίως κολάζονται, κἀκεῖνοι στεφανοῦνται, κατὰ χάριν.  Κἄν γὰρ μυρία ὦσι πεποιηκότες, χάριτός ἐστιν ἡ φιλοτιμία, τὸ ἀντὶ μικρῶν οὕτω καὶ εὐτελῶν, οὐρανὸν τοσοῦτον καὶ βασιλείαν καὶ τηλικαύτην αὐτοῖς δοθῆναι τιμήν. Καὶ ἐγένετο ὅτε συντέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους, εἶπε τοῖς μαθηταῖς αὐτοῦ.
 Οἴδατε ὅτι μετὰ δύο ἡμέρας τὸ Πάσχα γίνεται, καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς τὸ σταυρωθῆναι.
 Πάλιν εὐκαίρως περὶ τοῦ πάθους διαλέγεται, ὅτε βασιλείας ἀνέμνησε, καὶ τῆς ἀντιδόσεως τῆς ἐκεῖ, καὶ τῆς ἀθανάτου κολάσεως ὡσανεὶ ἔλεγε· 
Τί δεδοίκατε ἐπὶ τοῖς προσκαίροις δεινοῖς, τοιούτων ὑμᾶς ἀναμενόντων ἀγαθῶν;


γ΄. Σὲ δὲ μοι σκόπει πῶς τὸ μάλιστα λυποῦν αὐτοὺς καινοτέρως μεθώδευσε καὶ συνεσκίασεν ἐν τοῖς ἔμπροσθεν ἅπασιν. Οὐ γὰρ εἶπεν, ὅτι Οἴδατε ὅτι μετὰ δύο ἡμέρας παραδίδομαι· ἀλλὰ τί; Οἴδατε ὅτι μετὰ δύο ἡμέρας τὸ Πάσχα γίνεται· καὶ τότε ἐπήγαγεν, ὅτι παραδίδοται εἰς τὸ σταυρωθῆναι· δεικνὺς μυστήριον ὄν τὸ γινόμενον, καὶ ἐορτὴν καὶ πανήγυριν ἐπὶ σωτηρίᾳ τῆς οἰκουμένης τελουμένην, καὶ ὅτι προειδὼς ἅπαντα ἔπασχε. 
Διὰ δὴ τοῦτο, ὡς ἀρκοῦντος τούτου· εἰς παραμυθίαν αὐτοῖς, οὐδὲ εἶπεν αὐτοῖς τι νῦν περὶ ἀναστάσεως· περιττὸν γὰρ ἦν, τοσαῦτα διαλεχθέντα περὶ αὐτῆς πάλιν εἰπεῖν. 
 Καὶ ἄλλως δέ, ὅπερ εἶπον, δείκνυσιν ὅτι καὶ αὐτὸ τὸ παθεῖν μυρίων κακῶν, διὰ τοῦ Πάσχα τῶν παλαιῶν εὐεργετημάτων τῶν κατ’ Αἴγυπτον ἀναμνήσας αὐτούς.   
Τότε συνήχθησαν οἱ ἀρχιερεῖς, καὶ οἱ γραμματεῖς, καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ ἐν τῇ αὐλῇ τοῦ ἀρχιερέως, του λεγομένου Καϊάφα, καὶ συνεβουλευόντο ἵνα τὸν Ἰησοῦν  δόλῳ κρατήσωσι, καὶ ἀποκτείνωσιν.
 Ἔλεγον δέ, Μὴ ἐν τῇ ἑορτῇ, ἵνα μὴ θόρυβος γένηται ἐν τῷ λαῷ. Εἶδες τὴν ἄφατον τῶν Ἰουδαϊκῶν πραγμάτων διαφθοράν; 
Παρανόμοις, πράγμασιν ἐπιχειροῦντες, πρὸς τὸν ἀρχιερέα ἔρχονται, ἐκεῖθεν βουλόμενοι τὴν ἐξουσίαν λαβεῖν ὅθεν κωλύεσθαι ἔδει.   
Καὶ πόσοι ἦσαν ἀρχιερεῖς; Ὁ γὰρ νόμος ἕνα εἶναι βούλεται· ἀλλὰ τότε πολλοὶ ἦσαν. Ὅθεν δῆλον, ὅτι τὰ Ἰουδαϊκὰ ἀρχὴν ἐλάμβανε διαλύεσθαι. 
Ὁ μὲν γὰρ Μωυσῆς, ὅπερ ἔφην, ἕνα εἶναι ἐκέλευσε, καὶ τελευτήσαντος τότε ἕτερον γίνεσθαι, καὶ τῇ ζωῇ τῇ τούτου τὴν φυγὴν ἐμέτρει τῶν ἀκουσίως ἐργασαμένων φόνον. 
Πῶς οὖν τότε πολλοὶ ἀρχιερεῖς; Ἐνιαυσιαῖοι ὕστερον ἐγένετο.  Καὶ τοῦτο ἐδήλωσεν ὁ εὐαγγελιστής, ὅτε περὶ τοῦ Ζαχαρίου διελέγετο, εἰπὼν ἐξ ἐφημερίας αὐτὸν εἶναι Ἀβιά.  Αὑτοὺς οὖν ἐνταῦθά φησιν ἀριχερεῖς, τοὺς ἀπὸ ἀρχιερέων. 
Τί δὲ συνεβουλεύσατο; ἵνα κρατήσωσιν αὐτὸν λάθρα, ἤ ἵνα ἀνέλωσιν; 
Ἀμφότερα· ἐδεδοίκεισαν γὰρ τὸν λαόν. Διὸ καὶ τὴν ἑορτὴν ἀνέμενον παρελθεῖν· ἔλεγον γάρ, Μὴ ἐν τῇ ἑορτῇ. Ὁ μὲν διάβολος, ἵνα μὴ φανερὸν καταστήσῃ τὸ πάθος, οὐκ ἐβούλετο ἐν τῷ Πάσχα· ἐκεῖνοι δὲ, ἵνα μὴ θόρυβος γένηται. Σκόπει τοίνυν αὐτοὺς φοβουμένους, οὐ τὰ τοῦ Θεοῦ, οὐδὲ μὴ μίασμα αὐτοῖς μεῖζον ἀπὸ τοῦ καιροῦ γένηται· ἀλλὰ πανταχοῦ τὰ ἀνθρώπινα. 



Ἀλλ’ ὅμως τῷ θυμῷ ζέοντες, πάλιν μετέθεντο. Εἰπόντες γάρ, Μὴ ἐν τῇ ἑορτῇ, ἐπειδὴ τὸ προδότην εὗρον, οὐκ ἠνέσχοντο τοῦ καιροῦ, ἀλλ’ ἐν αὐτῇ κατέσφαξαν. Διατὶ δὲ αὐτὸν τότε κατέσχον; Καὶ τῷ θυμῷ ζέοντες, ὅπερ εἶπον, καὶ τότε αὐτὸν εὑρήσειν παρεδόκησαν, καὶ πάντα ὥσπερ πεπηρωμένοι ἔπραττον. 
Εἰ καὶ τὰ κάλλιστα, αὐτὸς τῇ ἐκείνων πονηρίᾳ εἰς τὴν οἰκείαν ἐκέχρητο οἰκονομίαν, οὐ μὴν διὰ τοῦτο ἀνεύθυνοι, ἀλλὰ μυρίων ἄξιοι κολάσεων ἀπὸ τῆς γνώμης. Ὅτε γοῦν ἅπαντας ἀπολύεσθαι ἔδει καὶ τοὺς ὑπευθύνους, τότε οὗτοι τὸν ἀθῶον ἀνεῖλον, τὸν μυρία εὐεργετηκότα, καὶ τῶν ἐθνῶν τέως ὑπεριδόντα δι’ αὐτούς. Ἀλλὰ, ὤ τῆς φιλανθρωπίας! τοὺς οὕτω μοχθηρούς, τοὺς (οὕτω σκαιοὺς καὶ) μυρίων γέμοντας κακῶν, πάλιν σώζει, καὶ πέμπει σφραγησομένους ὑπὲρ αὐτῶν τοὺς ἀποστόλους, καὶ δι’ αὐτῶν ἱκετηρίαν τίθησιν. Ὑπὲρ Χριστοῦ γὰρ πρεσβεύομεν.  Τοιαῦτα τοίνυν παραδείγματα ἔχοντες, οὐ λέγω, Ἀποθάνωμεν ὑπὲρ τῶν ἐχθρῶν· ἔδει μὲν γὰρ καὶ τοῦτο, ἀλλ’ ἐπειδὴ ἀσθενέστεροι ἡμεῖς, ἐκεῖνο λέγω τέως·  Κἄν μὴ βασκαίνωμεν τοῖς φίλοις, μὴ φθονῶμεν τοῖς εὐεργετοῦσιν. Οὐ λέγω τέως, Τοὺς κακῶς ποιοῦντας εὐεργετήσωμεν· ἐπιθυμῶ μὲν γὰρ καὶ τοῦτο, ἀλλ’ ἐπειδὴ παχύτεροι ὐμεῖς, κἄν μὴ ἀμύνησθε.  Μὴ γὰρ σκηνή τίς ἐστι τὰ ἡμέτερα, καὶ ὑπόκρισις;Τί δήποτε ἐκ διαμέτρου πρὸς τὰ πράγματα ἵστασθε; Οὐχ ἁπλῶς γέγραπται τά τε ἄλλα, καὶ ὅσα παρ’ αὐτὸν τὸν σταυρὸν εἰργάσατο, δυνάμενα αὐτοὺς ἀνακαλέσασθαι· ἀλλ’ ἵνα μιμήσῃ τὴν ἀγαθότητα, ἵνα ζηλώσῃς τὴν φιλανθρωπίαν. Καὶ γὰρ καὶ ὑπτίους ἔρριψε, καὶ τὸ ὠτίον ἀποκατέστησε τοῦ οἰκέτου, καὶ μετ’ ἐπιεικίας διελέχθη· καὶ μεγάλα ἄνω ὤν ἐπεδείξατο θαύματα, τὰς ἀκτῖνας ἀποστρέφων, τὰς πέτρας ρυγνύς, τοὺς τετελευτηκότας ἐγείρων, τὴν γυναῖκα τοῦ δικάζοντος φοβῶν δι’ ὀνειράτων, ἐν αὐτῇ τῇ κρίσει πᾶσαν πραότητα ἐπιδειξάμενος, θαυμάτων οὐχ ἦττον δυναμένην αὐτοὺς ἐπισπάσασθαι, μυρία προλέγων ἐν τῷ δικαστηρίῳ, ἐν αὐτῷ τῷ σταυρῷ βοῶν, Πάτερ ἅφες αὐτοῖς τὴν ἁμαρτίαν. Ταφεὶς δὲ, πόσα ἐπεδείξατο πρὸς τὴν ἐκείνων σωτηρίαν; ἀναστὰς δὲ, οὐκ εὐθέως Ἰουδαίους ἐκάλεσεν; οὐκ ἅφεσιν ἔδωκεν ἁμαρτημάτων; οὐ τὰ μυρία ἀγαθὰ προὔθηκε; 


Τὶ τούτου παραδοξότερον; Οἱ σταυρώσαντες καὶ φόνου πνέοντες, μετὰ τὸ σταυρῶσαι γεγόνασιν υἱοὶ Θεοῦ. Τί ταύτης ἴσον τῆς κηδεμονίας; Ταῦτα ἀκούσαντες ἐγκαλυψώμεθα, ὅτι τοσοῦτον ἀφεστήκαμεν τούτου, ὅν μιμεῖσθαι κελευόμεθα. Ἴδωμεν κἄν τὸ διάστημα ὅσον, ἵνα κἄν καταγνῶμεν ἑαυτῶν, τούτοις πολεμοῦντες, ὑπὲρ ὧν ὁ Χριστὸς τὴν ψυχὴν ἔδωκε·  καὶ οὐ βουλόμενοι καταλλαγῆναι, οὕς ἵνα καταλλάξῃ, οὔτε σφαγῆναι παρητήσατο· εἰ μὴ καὶ τοῦτο δαπάνη τίς ἐστι, καὶ χρημάτων ἀνάλωμα, ὅπερ ἐν τῇ ἐλεημοσύνῃ προβάλλεσθε.









δ΄. Ἐννόησον ὅσων ὑπεύθυνος εἶ, καὶ οὐ μόνον οὐκ ἀναδύσῃ πρὸς τὴν ἄφεσιν τῶν σὲ ἠδικηκότων, ἀλλὰ καὶ δραμῇ πρὸς τοὺς σε λελυπηκότας, ὥστε γενέσθαι σοι συγχωρήσεως ἀφορμή, ὥστε εὑρεῖν παραμυθίαν τῶν οἰκείων κακῶν. Ἑλλήνων παῖδες, οὐδὲν μέγα προσδοκῶντες πολλάκις ἐν τούτοις ἐφιλοσόφησαν καὶ σὺ μέλλων ἐπὶ ταύταις ἐλπίσιν ἀποδημεῖν, ἀναδύῃ καὶ ὀκνεῖς; καὶ ὅπερ ὁ χρόνος ποιεῖ, τοῦτο οὐκ ἀνέχῃ πρὸ τοῦ χρόνου ποιῆσαι διὰ τὸν τοῦ Θεοῦ νόμον, ἀλλ’ ἀμισθὶ μᾶλλον, ἤ ἐπὶ μισθῷ βούλει σοι σβεσθῆναι τὸ πάθος; 
Οὐδὲ γὰρ ἄν ἀπὸ τοῦ χρόνου γένηται τοῦτο, ἔσται σοί τι πλέον; ἀλλὰ καὶ πολλὴ ἡ κόλασις, ὅτι ὅπερ ὁ χρόνος εἰργάσατο, τοῦτο ὁ τοῦ Θεοῦ νόμος οὐκ ἔπεισέ σε ποιῆσαι. 
Εἰ δὲ λέγεις, ὅτι φλεγμαίνεις τῆς ὕβρεως μεμνημένοις, ἀναμνήσθητι εἴ τι γέγονέ σοι καλὸν παρὰ τοῦ λελυπτηκότος, καὶ ὅσα σὺ ἑτέρους διέθηκας κακά.  Κακῶς σε εἶπε, καὶ κατσχυνε; Λόγισαι ὅτι καὶ σὺ ἑτέρους εἴρηκας. Πῶς οὖν ἐπιτεύξῃ συγγνώμης, ἧς ἑτέροις οὐ μεταδίδως; Ἀλλ’ οὐδένα εἴρηκας; Ἀλλ’ ἤκουσας λεγόντων, καὶ ἀπεδέξω. Οὐδὲ τοῦτο ἀνεύθυνον. Θέλεις μαθεῖν ὅσον ἀγαθόν ἐστι τὸ μὴ μνησικακεῖν, καὶ πῶς μάλιστα τοῦτο τὸν Θεὸν εὐφραίνει; 
Τοὺς ἐφηδομένους τοῖς δικαίως παρ’ αὐτοῦ κολαζομένοις τιμωρεῖται καίτοι δικαίως κολάζονται, ἀλλὰ σὲ ἐπιχαίρειν οὐκ ἐχρῆν. Καὶ ὁ προφήτης πολλὰ ἐγκαλέσας, καὶ τοῦτο ἐπήγαγεν εἰπών· Οὐκ ἔπασχον οὐδὲν ἐπὶ τῇ συντριβῇ τοῦ Ἰωσήφ· καὶ πάλιν· Οὐκ ἐξῆλθε κατοικοῦσα Ἐνὰν κόψασθαι οἶκον ἐχόμενον αὐτῆς. Καίτοι καὶ ὁ Ἰωσήφ, τοὐτέστιν, αἱ φυλαὶ αἱ ἐξ αὐτοῦ, καὶ οἱ τούτων γείτονες, κατὰ Θεοῦ γνώμην ἐτιμωροῦντο· ἀλλ’ ὅμως βούλεται καὶ τούτοις ἡμᾶς συναλαγεῖν. Εἰ γὰρ ἡμεῖς πονηροὶ ὄντες, ὅταν τιμωρώμεθα οἰκέτην, ἄν τινα τῶν συνδούλων γελάσαντα ἴδωμεν, καὶ παροξυνόμεθα μᾶλλον, καὶ ἐπ’ ἐκεῖνον μετάγομεν τὴν ὀργήν·  πολλῷ μᾶλλον ὁ Θεὸς τιμωρήσεται τοὺς ἐφηδρομένους τοῖς κολαζομένοις. Εἰ δὲ τοῖς παρὰ Θεοῦ κολαζωμένοις οὐκ ἐπεμβαίνειν, ἀλλὰ συναλαγεῖν χρή, πολλῷ μᾶλλον τοῖς εἰς ἡμᾶς ἡμαρτηκόσι. 
Τοῦτο γὰρ ἀγάπης σημεῖον, ταύτην πάντων προτίθησιν ὁ  Θεός.  Καθάπερ γὰρ ἐπὶ τῆς ἀλουργίδος τῆς βασιλικῆς, ἐκεῖνά  ἐστι τὰ τίμια τῶν ἀνθῶν καὶ τῶν χρωμάτων, ἅπερ τὴν χλανίδα κατασκευάζει ταύτην· οὕτω καὶ ἐνταῦθα αὖταί εἰσιν αἱ ἀρεταὶ αἱ τίμιαι, αἵπερ ἄν τὴν ἀγάπην συνέχωσιν. Οὐδὲν δὲ οὕτως ἀγάπην διατηρεῖ, ὡς τὸ μὴ μεμνῆσθαι τῶν εἰς ἡμᾶς ἡμαρτηκότων. Μὴ γὰρ οὐκ ἐφρόντισε καὶ θἀτέρου μέρους ὁ Θεὸς;  μὴ γὰρ οὐκ ὦσε τὸν ἠδικηκότα πρὸς τὸν ἠδικημένον; οὐκ ἀπὸ τοῦ θυσιαστηρίου πρέπει πρὸς ἐκεῖνον αὐτόν, καὶ μετὰ τὰς καταλλαγὰς ἐπὶ τὴν τράπεζαν αὐτὸν καλεῖ; Ἀλλὰ μὴ διὰ τοῦτο περιμείνῃς ἐκεῖνον ἐλθεῖν, ἐπεὶ τὸ πᾶν ἀπώλεσας. Δια τὸ γὰρ τοῦτο μάλιστά σοι μισθὸν ἄφατον ὀρίζει, ἵνα φθάσῃς ἐκεῖνον·  ὡς ἐὰν παρακληθεὶς καταλλαγῆς, οὐκέτι τῆς τοῦ Θεοῦ προσταγῆς γέγονεν ἡ φιλία, ἀλλὰ τῆς ἐκείνου σπουδῆς· διὸ καὶ ἀστεφάνωτος ἀναχωρεῖς, ἐκείνον τὰ βραβεῖα λαμβάνοντος. 
Τί λέγεις; Ἐχθρὸν ἔχεις, καὶ οὐκ αἰσχύνη; Οὐ γὰρ ἀρκεῖ ἡμῖν ὁ διάβολος, ὅτι καὶ ὁμογενεῖς ἐπισπώμεθα; Εἴτε μηδὲ ἐκεῖνος ἠθέλησεν ἡμῖν πλεμῆσαι, εἴθε μηδὲ ἐκεῖνος διάβολος ἦν. Οὐκ οἶσθαι πόση ἡ ἡδονὴ μετὰ τὰς καταλλαγάς; 
Τὶ γὰρ, εἰ καὶ ἐν τῇ ἔχθρᾳ σφόδρα φαίνεται;  Ὅτι γὰρ ἥδιον φιλεῖν τὸν ἀδικοῦντα, ἤ μισεῖν, μετὰ τὸ λυθῆναι τὴν ἔχθραν, τότε δυνήσῃ μαθεῖν καλῶς.

ε΄. Τί τοίνυν τοὺς μαινομένους μιμούμεθα, ἀλλήλους κατεσθίοντες, τῇ οἰκείᾳ σαρκὶ πολεμοῦντες; 
Ἄκουσον καὶ ἐν τῇ Παλαιᾷ πόσος ἦν ὑπὲρ τούτου λόγος; Καί πόσος συνεχώρησεν ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, καὶ ὀδόντα ἀντὶ ὀδόντος πῶς οὖν ἐγκαλεῖ; 
Ὅτι κἀκεῖνα συνεχώρησεν, οὐχ ἵνα ἀλλήλοις αὐτὰ ποιῶμεν, ἀλλ’ ἵνα δέει τοῦ παθεῖν ἀπεχώμεθα τοῦ τολμᾷν. Καὶ ἄλλως δὲ, ἐκεῖνα μὲν προσκαίρου τινὸς ὀργῆς ἐστι, τὸ δὲ μνησιακακεῖν, ψυχῆς πονηρίαν μελετωμένης. Ἀλλὰ κακῶς ἔπαθες; 
Ἀλλ’ οὐδὲν τοσοῦτον, ὅσον σαυτὸν ἐργάσῃ μνησικακῶν. Ἄλλως δὲ οὐδὲ δυνατὸν ἄνδρα ἀγαθὸν κακόν τι ποθεῖν.   


 
Ἔστω γὰρ τὶς καὶ παιδία ἔχων καὶ γυναῖκα, καὶ φιλοσοφείτω, ἐχέτω δὲ καὶ πολλὰς ἀφορμὰς βλάβης, καὶ χρημάτων περιουσίαν, καὶ ἀρχῆς δυναστείαν, καὶ φίλους πολλούς, καὶ τιμῆς ἀπολαύετω, πλὴν φιλοσοφείτω· τοῦτο γὰρ δεῖ προσκεῖσθαι· καὶ προσάγωμεν αὐτῷ τὰς πληγὰς τῷ λόγῳ· Καὶ προσιών τις μοχθηρὸς ἀνὴρ περιβαλλέτω ζημίᾳ· τί οὖν πρὸς τὸν οὐδὲν ἡγούμενον εἶναι χρήματα; Τὰ τέκνα ἀναιρείτω· τί οὖν πρὸς τὸν περὶ ἀναστάσεως φιλοσοφοῦντα; 
Τὴν γυναῖκα σφαττέτω· καὶ τί τοῦτο πρὸς τὸν πεπαιδευμένον μὴ πενθεῖν τοὺς κεκοιμημένους; Εἰς ἀτιμίαν ἐμβαλλέτω· τί πρὸς τὸν  ἄνθος χόρτου τὰ παρόντα ἡγούμενον; 
Εἰ βούλει, καὶ τὸ σῶμα κολαζέτω, καὶ εἰς δεσμωτήριον ἐμβαλλέτω· τί οὖν πρὸς τὸν μαθόντα, Εἰ καὶ ὁ  ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, ἀλλ’ ὁ ἔσω ἀνακαινοῦται, καὶ ὅτι Ἡ θλῖψις δοκιμὴν κατεργάζεται; 
Ἐγὼ μὲν οὖν μηδὲν βλαβήσεσθαι αὐτὸν ὑπεσχόμην· ὁ δὲ λόγος προϊὼν ἔδειξεν ὅτι καὶ ὠφελεῖται, ἀνακαινούμενος καὶ δόκιμος γινόμενος. Μὴ τοίνυν πρὸς ἑτέρουςἀλγῶμεν, ἑαυτοὺς ἀδικοῦντες, καὶ ἀσθενῆ κατασκευάζοντες τὴν ψυχὴν. Οὐ γὰρ τῆς τῶν πλησίον πονηρίας ἐστὶ τοστοῦτον, ὅσον τῆς ἡμετέρας ταλαιπωρίας ἡ ἀλγηδών. Διὰ τοῦτο, κἄν ὑβρίσῃ τις, δακρύομε καὶ συστελλόμεθα· κἄν ἁρπάσῃ τις, τὸ αὐτὸ πάσχομεν, κατὰ τὰ παιδία ἐκεῖνα τὰ μικρά, ἅπερ οἱ τῶν ὁμηλίκων ἀστειότεροι παροξύνουσιν ὑπὲρ οὐδενὸς (ἀναγκαίον ἀλλ’)  ἀπὸ μικρῶν προφάσεων λυποῦντες· ἀλλ’ ὅμως κἀκεῖνα, ἄν μὲν ἔδωσι κνιζόμενα, ἐπιμένουσι δάκνοντες· ἄν δὲ γελῶντας, καὶ ἀφίστανται. 

Ἀλλ’ἡμεῖς καὶ τούτων ἀνοητότεροι, ὑπὲρ ὧν ἔδει γελᾷν, ὑπὲρ τούτων ὀδυρόμενοι. Διὸ παρακαλῶ, τὴν παιδικὴν ταύτην διάνοιαν ἀφέντες, τῶν οὐραῶν ἐπιλαβώμεθα.
Καὶ γὰρ ἄνδρες ἡμᾶς ὁ Χριστὸς εἶναι βούλεται, ἄνδρας τελείους. Οὕτω καὶ ὁ Παῦλος ἐκέλευσεν, Ἀδελφοί, μὴ παιδία γίνεσθε ταῖς φρεσί, λέγων, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε. Νηπιάσωμεν τοίνη τῇ κακίᾳ, καὶ τῆν πονηρία φυγόντες, τῆς ἀρετῆς ἐπιλαβώμεθα, ἵνα καὶ τῶν αἰωνίων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 

α΄. Τὴν περικοπὴν αὐτὴ τὴ γλυκύτατη, ποὺ δὲ σταματοῦμε νὰ τὴν ἐπαναφέρωμε ἀδιάκοπα, ἄς τὴν ἀκούσωμε τώρα μὲ κάθε προσοχὴ καὶ κατάνυξη· ἀποτελεῖ καὶ τοῦ λόγου εὔλογη κατάληξη. Γιατὶ κάμει σ’ αὐτὴν πολὺ λόγο γιὰ τὴν φιλανθρωπία καὶ τὴν ἐλεημοσύνη. Για’ αυτὸ καὶ πιὸ μπροστὰ μίλησε γι’ αὐτὴ μὲ διάφορους τρόπους ἀλλὰ ἐδῶ καθαρώτερα κι ἐντονώτερα.  Γιατὶ δὲν παρουσιάζει ἐδῶ δύο ἤ τρία ἤ πέντε πρόσωπα ἀλλὰ ὁλόκληρη τὴν οἰκουμένη. Μόλο ποὺ οἱ προηγούμενες ποὺ παρουσίαζαν δύο πρόσωπα, δὲν παρουσιάζαν αὐτὰ τὰ δύο μόνο,  ἀλλὰ ἀκριβῶς δύο κατηγορίες, ὅσους παρακούουν   καί ὅσους ὑπακούουν. Ἀλλὰ ἐδῶ μεταχειρίζεται τὸ λόγο πιὸ φανερὸ καὶ κατὰ τρόπο ποὺ προκαλεῖ περισσότερη φρίκη.  Γι’ αὐτὸ δὲν λέγει Μοιάζει ἡ Βασιλεία ἀλλὰ ὁλοφάνερα παρουσιάζει τὸν ἑαυτὸ του, λέγοντας Ὅταν ἔρθη ὁ Γιὸς τοῦ ἀνθρώπου μὲ ὅλη τὴ δόξα του.  Γιατὶ τώρα ἔχει ἔρθει χωρὶς τιμή, μὲ βρισιὲς καὶ περιγέλασμα, τότε θὰ καθίση στὸ θρόνο τῆς δόξας του. Μνημονεύει ἀδιάκοπα τὴ δόξα. Ἐπειδὴ ἦταν κοντά ὁ σταυρός, πρᾶγμα ποὺ νομιζόταν ἐπονείδιστο, γι’ αὐτὸ τονώνει τὸν ἀκροατὴ καὶ φέρνει μπροστὰ στὰ μάτια του τὸ δικαστήριο καὶ στήνει γύρω ὁλόκληρη τὴν οἰκουμένη. Καὶ δὲ δίνει μ’ αὐτὸν τὸν τρόπο μόνο φοβερότητα στὸ λόγο ἀλλὰ καὶ μὲ τὸ νὰ δείχνη τοὺς οὐρανοὺς ν’ ἀδειάζουν. Γιατὶ θὰ εἶναι μαζί του ὅλοι οἱ ἄγγελοι, λέει, γιὰ νὰ μαρτυροῦν τὶς ὑπηρεσίες των σὰν ἀπεσταλμένοι τοῦ Χριστοῦ γιὰ τὴ σωτηρία τῶν ἀνθρώπων. Ἀπὸ ὅλα τὰ σημεῖα θὰ προκαλῆ τὴ φρίκη ἡ μέρα ἐκείνη. Ἔπειτα λέγει· Θὰ συναχθοῦν ὅλα τὰ ἔθνη, δηλαδὴ ὁλόκληρο τὸ ἀνθρώπινο γένος. Καὶ θὰ τοὺς χωρίση ἀνάμεσά τους, καθὼς ὁ βοσκὸς τὰ πρόβατα. Τώρα δὲν εἶναι χωρισμένοι παρὰ ὅλοι μαζί, ἐνῶ τότε θὰ γίνη ὁ χωρισμὸς μὲ κάθε ἀκρίβεια. Καὶ πρῶτα τοὺς χωρίζει ἀπὸ τὴ θέση καὶ τοὺς φανερώνει. Ἐπειτα δείχνει τὸν τρόπο καθενὸς μὲ τὸ ὄνομά ποὺ τοὺς δίνει· τὴ μιὰ κατηγορία τὴν ὀνομάζει ἐρίφια, τὴν ἄλληλ πρόβατα, γιὰ νὰ δείξη πόσο ἄκαρποι εἶναι οἱ πρῶτοι –γιατὶ κανένα ὄφελος δὲν μπορεῖ νὰ προέλθη ἀπὸ τὰ ἐρίφια· καὶ τὴ μεγάλη ὠφέλεια τῶν ἄλλων- γαιτὶ εἶναι μεγάλο τὸ εἰσόδημα τῶν προβάτων, μαλλὶ καὶ γάλα καὶ μικρά, ποὺ δὲν μπορεῖ τὸ ἐρίφι νὰ δώση. Τ’ ἄλογα ζῶα ὅμως εἶναι ἀπὸ τὴ φύση τους ἄγονα ἤ γόννιμα, ἐνῶ οἱ ἄνθρωποι ἀπὸ τὴ θέλησή τους καὶ γι’ αὐτὸ ἄλλοι τιμωροῦνται κι ἄλλοι στεφανώνονται.
Καὶ δὲν τοὺς ἐπιβάλλει τιμωρία, ὥσπου νὰ τοὺς εἰσαγάγη σὲ δίκη. Κι ἀφοῦ τοὺς βάλη ἀπέναντί του, ἀπαριθμεῖ τὶς ἀξιόποινες πράξεις τους. Αὐτοὶ μιλοῦν μὲ ταπείνωση ἀλλὰ δὲ τοὺς ἀπομένει πιὰ κανένα ὄφελος. Πολὺ εὔλογα, γιατὶ περιφρόνησαν τόσο ἀξιοπρόσεκτο πρᾶγμα. Γιατὶ κι οἱ προφῆτες τὸ διαλαλοῦσαν πρὸς ὅλες τὶς κατευθύνσεις. Ἀγάπη θέλω, ὄχι δῶρα. Κι ὁ νομοθέτης σ’ αὐτὸ ὡδηγοῦσε καὶ μὲ λόγους καὶ μὲ πράγματα. Καὶ ἡ ἴδια ἡ φύση αὐτὸ μᾶς ἀποδεικνύει. Πρόσεξε ὅτι αὐτὸς εἶναι γυμνὸς ὄχι ἀπὸ ἕνα καὶ δὺο μόνο ἀλλὰ ἀπὸ ὅλα. Ὄχι μόνο δὲν τοῦ ἔδωσαν τροφὴ ὅταν πεινοῦσε, οὔτε τὸν ἔντυσαν ὅταν ἦταν γυμνός· δὲν ἔκαναν οὔτε τὸ ἐλαφρότερο· μιὰ ἐπίσκεψη ὅταν ἦταν ἄρρωστος. Πρόσεξε πόσο ἔλαφρὰ καθήκοντα ἐπιβάλλει.  Δὲν εἶπε Ἤμουν στὴ φυλακὴ καὶ μ’ ἀποφυλακίσατε, ἄρρωστο καὶ μὲ κάματε ὑγιῆ ἀλλὰ μ’ ἐπισκεφτήκατε κι ἤρθατε σὲ μένα. Καὶ στὴν πεῖνα ἡ ὑποχρέωση δὲν ἦταν βαρειά. Δὲ ζητοῦσε πλούσιο τραπέζι, ἀλλὰ τὸ χρειαζούμενο μόνο καὶ τὴν ἀπαραίτητη τροφὴ καὶ τὴ ζητοῦσε μὲ τὸ πρόσωπο τοῦ ἱκέτη. Ὥστε ὅλα ἦσαν ἀρκετὰ γιὰ νὰ τοὺς δικάσουν· τὸ εὔκολο πρᾶγμα ποὺ ζητοῦσε- λίγο ψωμί. Ἡ ἀξιολύπητη ὄψη του ἱκέτη -ἦταν φτωχός. Ἡ συγγένεια τῆς καταγωγῆς, ἀφοῦ ἦταν ἄνθρωπος. Ἡ ποθητὴ ὑπόσχεση -ὑποσχόταν τὴ βασιλεία. Ἡ φοβερή τιμωρία-ἀπειλοῦσε μὲ τὴ γέενα. Ἡ ἀξία ἐκείνου ποὺ δεχόταν· ἦταν Θεὸς αὐτὸς ποὺ δεχόταν μὲ ὄψη φτωχοῦ. Ἡ ὑπερβολικὴ τιμή-ἔκρινε ὅτι ἄξιζε νὰ ταπεινωθῆ τόσο. Ἡ δικαιολογημένη παροχὴ -ἔπαιρνε ἀπὸ τὰ δικά του. Ἀπέναντι σ’ ὅλα αὐτὰ ἡ φιλαργυρία ἔκαμε τυφλὰ τὰ θύματά της καὶ μ’ ὅλη τὴ ἀπειλὴ ποὺ ὑπῆρχε. Γιατὶ καὶ πιὸ πάνω λέγει ὅτι αὐτοὶ ποὺ δὲν τὸν δέχονται καὶ οἱ ὅμοιοι τους θὰ πάθουν χειρότερα ἀπὸ τοὺς Σοδομῖτες. Καὶ ἐδῶ ἐπαναλαμβάνει· Ἀφοῦ δὲν ἐπράξατε κάτι σ’ ἕναν ἀπὸ τοὺς ἐλάχιστους αὐτοὺς ἀδελφούς μου, οὔτε σ’ ἐμένα δὲν τὸ ἐπράξατε. Τοὺς ὀνομάζει ἀδελφούς του; Και πῶς τοὺς ἀποκαλεῖ ἐλαχίστους; Γι’αὐτὸ ἀκριβῶς εἶναι ἀδελφοί , ἐπειδὴ εἶναι ταπεινοί, φτωχοί καὶ περιφρονημένοι. Αὐτῆς τῆς κατηγορίας τοὺς ἀνθρώπους καλεῖ νὰ τοὺς κάμη ἀδελφούς του, τοὺς ἄγνωστους κι εὐκολακαταφρόνητους. Ὄχι τοὺς μοναχοὺς κι ὅσους κατοικοῦν στὰ βουνὰ μόνο, ἀλλὰ κάθε πιστό. Ἄς εἶναι λαϊκός, φτάνει νὰ εἶναι πεινασμένος καὶ νηστικὸς καὶ γυμνὸς καὶ ξένος. Θέλει νὰ δοκιμάση ὅλη τὴ φροντίδα μας. Ἀδελφό μας τὸν κάνει τὸ βάπτισμα καὶ ἡ κοινωνία τῶν θείων μυστηρίων.

β. Ἔπειτα γιὰ νὰ δοῦμε κι ἀπὸ ἄλλη ἄποψη τὸ δίκαιο τῆς ἀποφάσης. Πρῶτα ἐπαινεῖ τοὺς δικαίους καὶ λέει· Ἐλᾶτε, οἱ εὐλογημένοι ἀπὸ τὸν Πατέρα μου,  κληρονομῆστε τὴ βασιλεία ποὺ ἑτοιμάστηκε γιὰ σᾶς ἀπὸ τὴν καταβολὴ τοῦ κόσμου. Ἐπείνασα καὶ μοῦ δώσατε φαγητό. Κι ὅλα τὰ ἑπόμενα. Γιὰ νὰ μὴ λένε ὅτι δὲν εἴχαμε, τοὺς καταδικάζει ἀπὸ τοὺς συνδούλους. Ὅπως τὶς παρθένες ἀπὸ τὶς ἄλλες παρθένες κι ἀπὸ τον πιστὸ δοῦλο τὸν ἄλλο δοῦλο ποὺ ἔπινε κι ἔτρωγε, κι αὐτὸν ποὺ ἔκρυψε τὸ τάλαντο, ἀπὸ τοὺς δύο ποὺ τὰ παρουσιάσαν καὶ ἀπὸ τοὺς δίκαιους καταδικάζει καθέναν ἀπὸ τοὺς ἁμαρτωλούς.  Κι ἄλλοτε ἡ σύγκριση αὐτὴ εἶναι σύγκριση ἰσότητας, ὅπως στὴν περίπτωση αὐτὴ καὶ τῶν παρθένων. Ἄλλοτε πάλι εἶναι σύγκριση ὑπεροχῆς, ὅπως ὅταν λέη·  θὰ σηκωθοῦν οἱ Νινευῖτες καὶ θὰ κατακρίνουν τὴ γενεὰ αὐτή, γιατὶ ἐπίστεψαν στὸ κήρυγμα τοῦ Ἰωνᾶ. Καὶ νὰ ποὺ ὑπάρχει ἐδῶ κάτι ἀνώτερο ἀπὸ τὸν προφήτη Ἰωνᾶ. Ἀκόμα κι ἡ βασίλισσα τοῦ Νότου θὰ κατακρίνη αὐτὴ τὴ γενεά, γιατὶ ἦρθε νὰ μάθη τὴ σοφία τοῦ Σολομῶντα. Κι ὑπάρχει ἐδῶ κάτι ἀνώτερο ἀπὸ τὴ σοφία τοῦ Σολωμῶντος. Καὶ πάλι ἡ σύγκριση ἀπὸ τὸ ἵσο. Αὐτοὶ θὰ γίνουν κριταί σας. Κι ἔπειτα ἀπὸ τὸ ἀνώτερο· Δὲ γνωρίζετε ὅτι θὰ κρίνωμε ἀγγέλους; Πολὺ περισσοτέρο   πλάσματα τῆς ζωῆς αὐτῆς. Ἀλλὰ ἐδῶ ἔχομε σύγκριση ἰσότητας· συγκρίνει πλούσιους μὲ πλούσιους, φτωχοὺς μὲ φτωχούς. Καὶ δὲ δείχνει μ’ αὐτὸ μόνο τὸν τρόπο ὅτι ἡ ἀπόφασή του εἶναι δίκαιη, ὅτι ἀποδείχτηκαν δίκαιοι οἱ ὁμόδουλοί τους μέσα στὶς ἴδιες συνθῆκες, ἀλλὰ καὶ μὲ τὸ ὅτι δὲν ἔδειξαν ὑπακοὴ καὶ σ’ αὐτὰ ἀκόμα, ὅπου  ἡ φτώχεια δὲν ἦταν ἐμπόδιο· νὰ ποτίσουν τὸ διψασμένο, νὰ ἰδοῦν ἕνα φυλακισμένο, νὰ ἐπισκεφθοῦν ἕνα ἄρρωστο. Ἀφοῦ ἔκαμε τὸ ἐγκώμιο τῶν δικαίων δείχνει πόσο ἡ ἀγάπη του γι’ αὐτοὺς προερχόταν ἀπὸ ψηλά. Ἐλᾶτε, τοὺς λέει, οἱ εὐλογημένοι ἀπὸ τὸν Πατέρα μου, κληρονομήσετε τὴν βασιλεία ποὺ ἔχει ἑτοιμαστῆ γιὰ σᾶς ἀπὸ τὴν καταβολὴ τοῦ κόσμου. Πόσα ἀγαθὰ δὲν ἀντισταθμίζει ἡ φράση αὐτή, ὅτι εἶναι εὐλογημένοι καὶ μάλιστα εὐλογημένοι ἀπό τὸν Πατέρα!  Καὶ γιὰ ποιό λόγο ἀξιώθηκαν τέτοια τιμή; Ἐπείνασα καὶ μοῦ δώσατε φαγητό, ἐδίψασα καὶ μ’ ἐποτίσατε καὶ τὰ ἄλλα. Πόση τιμὴ καὶ πόση εὐτυχία δὲν ἀξιζουν αὐτὲς οἱ λέξεις; Καὶ δὲν τοὺς εἶπε, πάρετε, ἀλλὰ κληρονομῆστε, σὰ νὰ ἦταν δικὰ τους, πατρικὰ, σὰ νὰ τοὺς ὀφείλοντας ἀπὸ τὸν οὐρανό. Προτοῦ γεννηθῆτε σεῖς, λέγει, αὐτὰ εἶχαν ἑτοιμαστῆ καὶ τακτοποιηθῆ γιὰ χάρη σας, ἐπειδὴ ἐνγώριζα ὅτι θὰ φτάνατε σ’ αὐτὸ τὸ ὕψος. Καὶ σὰν ἀμοιβὴ ποιῶν πράξεων τὰ παίρνουν; Εἶναι ἀμοιβὴ φιλοξενίας, ρούχων, ψωμιοῦ, νεροῦ δροσεροῦ, ἐπισκέψεως, εἰσόδου στὴ φυλακή. Σ’ ὅλες τὶς περιπτώσεις εἶναι τὸ χρειαζούμενο καὶ σὲ μερικὲς κάτω κι ἀπ’ αὐτό. Γιατὶ βέβαια, ὅπως εἶπα, ὁ ταλαιπωρημένος κι ὁ φυλακισμένος δὲ γυρεύει αὐτὸ μονάχα ἀλλὰ ὁ ἕνας νὰ ἐλευθερωθῆ κι ὁ ἄλλος νὰ ἀπαλλαγῆ ἀπὸ τὰ δεινὰ του. Ἀλλὰ ἐκεῖνος ἐπειδὴ εἶναι ἥμερος ἀπαιτεῖ τὰ σύμφωνα μὲ τὴ δύναμή μας ἤ καλύτερα τὰ λιγώτερα ἀπ’ αὐτὴ, ἀφήνοντας τὸ περισσότερο στὴ δική μας φιλοτιμία.  Καὶ στοὺς ἄλλους φωνάζει Φύγετε ἀπὸ μένα οἱ καταραμένοι- ὄχι πιὰ ἀπὸ τὸν Πατέρα, γιατὶ δὲν τοὺς καταράστηκε ἐκεῖνος, ἀλλὰ τὰ ἴδια τους τὰ ἔργα. Στὴν αἰώνια φωτιά, ποὺ ἔχει ἑτοιμστῆ ὄχι γιὰ σᾶς ἀλλὰ γιὰ τὸ διάολο καὶ τοὺς ἀγγέλους του. Γιὰ τὴ βασιλεία, ὅταν ἔλεγε· Ἐλᾶτε, κληρονομῆστε τὴ βασιλεία, συμπλήρωσε, ποὺ ἔχει ἑτοιμαστῆ γιὰ σᾶς πρὶν ἀπὸ τὴν καταβολὴ τοῦ κόσμου. Ὄχι ὅμοια καὶ γιὰ τὴ φωτιὰ ἀλλά, ποὺ ἔχει ἑτοιμασθῆ γιὰ τὸ διάβολο. Γιατὶ ἐγὼ ἑτοίμασα γιὰ σᾶς τὴ βασιλεία, τὴ φωτιὰ ὅμως ὄχι γιὰ σᾶς ἀλλὰ γιὰ τὸ διάβολο καὶ τοὺς ἀγγέλους του. Κι ἐπειδὴ σεῖς ρίξατε σ’ αὐτὴν τοὺς ἑαυτούς σας, τὸν ἑαυτὸ σας νὰ κατηγορῆτε.  Κι ὄχι αὐτὰ μόνο ἀλλὰ καὶ μὲ τὰ παρακάτω σὰ νὰ δικαιολογῆται, παραθέτει καὶ τοὺς λόγους. Ἐπείνασα καὶ δὲ μοῦ δώσατε φαγητό. Ἀκόμα καὶ ἐχθρὸς νὰ ἦταν αὐτὸς ποὺ πλησίασε, δὲν ἔφταναν τὰ παθήματά του ἀκόμα καὶ τὸν ἄσπλαχνο νὰ συγκινήσουν καὶ νὰ λυγίσουν, ἡ πεῖνα τὸ κρύο, ἡ φυλακή, ἡ γυμνότητα, ἡ ἀρρώστια, ἡ παντοτινὴ περιπλάνησή του στὸ ὕπαιθρο; Αὐτὰ εἶναι ἱκανὰ ἀκόμα καὶ τὴν ἔχθρα νὰ διαλύσουν. Ἀλλὰ σεῖς δὲν τὰ ἐκάματε οὔτε σὲ φίλο, ποὺ εἶναι φίλος καὶ εὐεργέτης καὶ Κύριος. Καὶ σκυλὶ πεινασμένο ἄν δοῦμε, πολλὲς φορὲς συγκινούμαστε. Καὶ θηρίο ἄν ἀντικρύσωμε, λυγίζομε. Ὅταν ὅμως  δῆς τὸν Κύριό σου, δὲ λυγίζεις; Ποῦ μπορεῖ νὰ σταθῆ ἀπολογία γι’ αὐτά; Ἄν ἦταν αὐτὸ μόνο, δὲν ἦταν ἀρκετὸ νὰ τὸν ἀνταμείψη; Δὲ λέγω ὅτι θ’ ἀκούση τέτοια φωνή μπροστὰ σ’ ὅλη τὴν οἰκουμένη ἀπὸ αὐτὸν ποὺ κάθεται στὸν πατρικὸ του θρόνο, οὔτε ὅτι θὰ ἐπιτύχη τὴ βασιλεία ἀλλὰ ἡ ἴδια ἡ διάπραξη τῆς ἐντολῆς δὲν εἶναι ἀρκετὴ νὰ ἀνταμείψη; Τώρα ὅμως καὶ στὴν οἰκουμένη ὅλη μπροστὰ καὶ μὲ τὴ λάμψη ὅλης τῆς ἄρρητες ἐκείνης δόξας κάνει τὴν ἀνακήρυξή σου καὶ σὲ στεφανώνει κι ἀναγνωρίζει ὅποιον ἔδωσε φαγητὸ καὶ δέχθηκε ξένους. Καὶ δὲ θεωρεῖ ταπεινωτικὸ νὰ λέη τέτοια, γιὰ νὰ κάνη πιὸ λαμπερὸ τὸ στεφάνι σου. Γι’ αὐτὸ καὶ τοῦτοι τιμωροῦνται κι ἐκεῖνοι στεφανώνονται ἀπὸ τὴ χάρη τοῦ Θεοῦ. Γιατὶ κι ἄν ἔχουν πράξει ἅπειρα, ἡ γενναιοδωρία ἀνήκει στὴ χάρη·  γιὰ τόσο μικρὰ κι ἀσήμαντα νὰ τοὺς δοθῆ ὁ τόσο μεγάλος οὐρανὸς καὶ ἡ Βασιλεία καὶ τόσο μεγάλη τιμή. Κι ὅταν συμπλήρωσε ὁ Ἰησοῦς αὐτοὺς τοὺς λόγους, εἶπε στοὺς μαθητὰς του· Γνωρίζετε ὅτι σὲ δύο μέρες ἔρχεται τὸ Πάσχα καὶ ὁ Γιὸς τοῦ ἀνθρώπου θὰ παραδοθῆ γιὰ νὰ σταυρωθῆ. Πάλι μόλις βρῆκε εὐκαιρία μιλᾶ γιὰ τὸ Πάθος, ὅταν τοὺς ἐθύμισε τὴ βασιλεία καὶ τὴν ἐκεῖ ἀνταπόδοση καὶ τὴν αἰώνια τιμωρία. Σὰ νὰ τοὺς ἔλεγε. Γιατί σᾶς τρομάζουν τὰ πρόσκαιρα δεινὰ τὴ στιγμὴ ποὺ σᾶς περιμένουν τέτοιου εἴδους ἀγαθά;
γ΄. Προσέξετε πῶς αὐτὸ ποὺ τοὺς λυποῦσε ὑπερβολικὰ τὸ οἰκονόμησε μὲ τρόπο ἀσυνήθιστο καὶ τὸ ἀποσκέπασε μὲ ὅλα τὰ προηγούμενα. Δὲν τοὺς εἶπε ὅτι Γνωρίζετε πὼς σὲ δύο μέρες παραδίδομαι; Ἀλλὰ  Γνωρίζετε πὼς σὲ δύο μέρες ἔρχεται τὸ Πάσχα καὶ τότε συμπλήρωσε ὅτι θὰ παραδοθῆ γιὰ νὰ σταυρωθῆ. Δείχνει ὅτι αὐτὸ ποὺ γίνεται εἶναι μυστήριο καὶ ἑορτὴ καὶ πανήγυρη γιὰ τὴ σωτηρία τῆς οἰκουμένης κι ὅτι προβλέπει τὰ παθήματά του. Γι’ αὐτὸ ἀκριβῶς, ἐπειδὴ αὐτὸ τοὺς ἦταν ἀρκετὴ παρηγορία,  καὶ δὲν τοὺς μίλησε καθόλου γιὰ τὴν ἀνάστασή του. Ἦταν περιττό, νὰ ξαναμιλήση πάλι γι’ αὐτή, ἀφοῦ τόσα εἶχε φανερώσει. Μὰ κι ἀλλιῶς ὅπως εἶπα δείχνει ὅτι καὶ τὸ ἴδιο τὸ Πάθος εἶναι ἀπαλλαγὴ ἀπὸ ἀμέτρητεα δεινά, ἀφοῦ τοὺς ἐθύμισε μὲ τὴν ἀναφορά τοῦ Πάσχα τὶς παλαιὲς εὐεργεσίες του στὴν Αἴγυπτο. «Τότε μαζεύτηκαν οἱ Ἀρχιερεῖς καὶ οἱ Γραμματεῖς καὶ οἰ πρεσβύτεροι τοῦ λαοῦ στὸ σπίτι του ἀρχιερέα Καϊάφα καὶ ἐσκέφτονταν νὰ πιάσουν μὲ δόλο τὸν Ἰησοῦ καὶ νὰ τὸν σκοτώσουν.  Καὶ κατέληγαν νὰ μὴν τὸν πιάσουν κατὰ τὴν ἑορτή, γιὰ νὰ μὴ γίνη ταραχὴ στὸ λαό». Βλέπετε τὴν ἀνεκδιήγητη διαφθορὰ τοῦ Ἰουδαϊκοῦ κράτους; Μελετῶντας παράνομη πράξη ἔρχονται στὸν ἀρχιερέα, γιὰ νὰ πάρουν ἐξουσιοδόητση ἀπ’ αὐτὸν ποὺ ἔπρεπε νὰ τοὺς ἐμποδίση.  Καὶ πόσου ἦσαν οἱ ἀρχιερεῖς; Ὁ νόμος θέλει νὰ εἶναι ἕνας, τότε ὅμως ἦσαν πολλοί. Ἀπ’ αὐτὸ εἶναι φανερό, ὅτι τὸ Ἰουδαϊκὸ κράτος βρισκόταν στὴν ἀρχὴ τῆς διαλύσεως. Ὁ Μωυσῆς, ὅπως εἶπα, ὥρισε νὰ εἶναι ἕνας κι ὅταν πεθάνη νὰ τὸν διαδεχθῆ ἄλλος καὶ μὲ τὴ διάρκεια τῆς ζωῆς τούτου μετροῦσαν τὴν ἐξορία ἐκείνων ποῦ διέπραξαν φόνο ἀκούσια.  Πῶς λοιπὸν ἦσαν τότε πολλοί; Ἡ θητεία καθενὸς ἔπειτα εἶχε γίνει ἐνιαύσια. Αὐτὸ ἔκαμε φανερὸ ὁ Εὐαγγελιστής, ὅταν ἔγραφε γιὰ τὸ Ζαχαρία, πὼς ἀνέλαβε μετὰ τὴν ἀρχιερετεία τοῦ Ἀβιᾶ. Αὐτοὺς λοιπὸν ἀποκαλεῖ ἐδῶ ἀριχερεῖς, ποὺ διαδέχονται ἀρχιερεῖς ἄλλους. Καὶ τὶ ἀποφάσισαν; Νὰ τὸν συλλάβουν κρυφὰ καὶ νὰ τὸν σκοτώσουν; Καὶ τὰ δύο, γιατὶ ἐφοβοῦνταν τὸ λαό. Γι’  αὐτὸ καὶ περίμεναν νὰ περάση ἡ Ἑορτή. Ὄχι κατὰ τὴ διάρκεια τῆς ἑορτῆς ἔλεγε. Ὁ διάβολος δὲν ἤθελε νὰ γίνη κατὰ τὸ Πάσχα, γιὰ νὰ μὴ γνωστοποιήση τὸ Πάθος, ἐκεῖνοι γιὰ νὰ μὴ γίνη ταραχή. Προσέξατε λοιπὸν πῶς ὑπολογίζουν ὄχι τὸ Θεό, οὔτε πὼς ἡ ἁμαρτία τους θὰ ἦταν μεγαλύτερη ἐξ αἰτίας τῆς περιστάσεως ἀλλὰ παντοῦ τοὺς ἀνθρώπους. Στὴ βράση τοῦ θυμοῦ τους ὅμως ἀλλάζουν πάλι. Ἀφοῦ εἶπαν. Ὄχι κατὰ τὴ διάρκεια τῆς ἐορτῆς, ὅταν βρῆκαν τὸν προδότη, δὲν κρατήθηκαν ἀπὸ τὴν ἑορταστικὴ ὥρα ἀλλὰ μέσα σ’ αὐτὴ τὸν ἔσφαξαν.  Καὶ γιατὶ τὸν κράτησαν τότε; Κι ἐπειδὴ ὁ θυμὸς τους ἦταν ὅπως εἶπα στὸ κατακόρυφο κι ἐπειδὴ περίμεναν ὅτι τότε θὰ εὕρισκαν κι ἐπειδὴ ἐνεργοῦσαν πάντοτε σὰν τυφλοί.  Μόλο ποὺ ἐκεῖνος χρησιμοποιοῦσε ἄριστα τὴν πονηρία τους στὸ σχέδιο του, δὲν ἦσαν ὡστόσο ἐκεῖνοι γι’ αὐτὸ ἀνεύθυνοι, ἀλλὰ γιὰ τὴν κακὴ τους γνώμη ἦσαν ἄξιοι μεγάλης τιμωρίας. Ὅταν ἔπρεπε νὰ ἐλευθερώσουν ἀκόμα κι ὅλους τοὺς ἔνοχους, τότε αὐτοὶ σκότωσαν τὸν ἀθῶο, ποὺ τοὺς ἔκαμε ἄπειρες εὐεργεσίες καὶ καταφρόνησε γιὰ χάρη τους τὰ ἔθνη. Μὰ ὧ φιλανθρωπία!  Τοὺς τόσο μοχθηρούς, τοὺς τὸσο βάναυσους κι ἀπὸ ἄπειρες κακίες γεμάτους τοὺς σώζει πάλι καὶ στέρνει τοὺς ἀποστόλους νὰ σφαγοῦν γιὰ χάρη τους καὶ αὐτοὶ φέρνουν τὴν παράκλησή του. Εἴμαστε οἱ πρεσβευτὲς τοῦ Χριστοῦ. Μὲ τέτοια παραδείγματα δὲ συμβουλεύω· Ἄς πεθάνωμε γιὰ χάρη τῶν ἐχθρῶν μας. Ἔπρεπε καὶ τοῦτο νὰ πῶ, ἀλλὰ, ἐπειδὴ εἴμαστε κάπως ἀδύνατοι, τοῦτο σᾶς λέγω τώρα. Ἄς μὴ ζηλεύωμε τοὺς φίλους, ἄς μὴ φθονοῦμε τοὺς εὐεργέτες μας. Δὲ σᾶς συμβουλεύω τώρα· Ἄς εὐεργετοῦμε ὅποιους μᾶς κάνουν κακό. Τὸ ἐπιθυμῶ καὶ τοῦτο, ἐπειδὴ ὅμως εἶστε πιὸ σωματικοί, τουλάχιστο μὴν ἀνταποδίδετε τὸ χτὺπημα. Μήπως ἡ ζωή μας εἶναι θέατρο καὶ ἠθοποιία; Γιατὶ εἶστε ἐκ διαμέτρου ἀντίθετοι μὲ τὴν πραγματικότητα; Δὲν ἔχουν γραφῆ χωρὶς λόγο καὶ τὰ ἄλλα κι ὅσα κοντὰ  καὶ στὸν ἴδιο τὸ σταυρὸ ἔπραξε, ποὺ μποροῦν νὰ ἀνακαλέσουν στὸν ὀρθὸ δρόμο. Γράφτηκαν γιὰ νὰ μιμηθῆς τὴν καλωσύνη του καὶ νὰ ζηλέψης τὴ φιλανθρωπία του. Γιατὶ καὶ νὰ ξεκουραστοῦν τοὺς ἔβαλε καὶ τὸ αὐτὶ τοῦ ὑπηρέτη θεράπευσε καὶ μὲ καλωσύνη μίλησε μαζί τους. Καὶ πάνω στὸ σταυρὸ ὅταν ἦταν, ἔκαμε θαύματα μεγάλα, γυρίζοντας τὶς ἀκτῖνες τοῦ ἥλιου, σπάζοντας τὶς πέτρες, ἀνασταίνοντας τοὺς νεκρούς, μὲ ὄνειρα φοβίζοντας τὴ γυναῖκα τοῦ δικαστῆ του, δείχνοντας ὅλη τὴν ἡμεράδα κατὰ τὴ δίκη του τὴν ἴδια, ποὺ μποροῦσε νὰ τοὺς προσελκύση ὄχι λιγώτερο ἀπὸ τὰ θαύματά του, διατυπώνοντας ἀμέτρητες προφητεῖες, στὸ δικαστήριο καὶ στὸν ἴδιο ἐπάνω τὸ σταυρὸ κραυγάζοντας· Πατέρα μου, συγχώρεσε τὴν ἁμαρτία τους. Κι ὅταν τὸν ἔθαψαν πόσα θαύματα δὲν ἔκαμε γιὰ τὴ σωτηρία τους;  Κι ὅταν ἀναστήθηκε δὲν ἐκάλεσε ἀμέσως τοὺς Ἰουδαίους, δὲν ἔδωσε συγχώρηση τῶν ἁμαρτιῶν τους; Δὲν τοὺς ὑποσχέθηκε τ’ ἀμέτρητα ἀγαθά; Ποιὸ εἶναι πιὸ παράδοξο ἀπὸ τοῦτο; Αὐτοὶ ποὺ τὸν σταύρωσαν καὶ ποὺ ἔσταζαν αἷμα, ἀφοῦ τὸν σταύρωσαν, ἔγιναν γιοὶ τοοῦ Θεοῦ. Ποιὸ εἶδος, συγγένιεας μπορεῖ νὰ εἰπωθῆ γι’ αὐτό; Ἄς σκεπαστοῦμε ἀπὸ ντροπὴ  ἀκούοντάς το· γιατὶ ἀπομακρυνθήκαμε τόσο ἀπ’ αὐτὸν, ποὺ ὠστόστο προτρέπομε νὰ μιμῆσθε. Ἄς δοῦμε τουλάχιστο τὴν ἀπόσταση, γιὰ νὰ καταδικάσωμε τουλάχιστο τὸν ἑαυτὸ μας, ἐπειδὴ κατατρέχομε αὐτούς, ποὺ γιὰ χάρη τους ὁ Χριστὸς ἔδωσε τὴ ζωή του κι ἐπειδὴ δὲ θέλομε νὰ συμφιλιωθοῦμε μ’ ἐκείνους, ποὺ γιὰ νὰ τοὺς συμφιλιώση δὲ δίστασε οὔτε νὰ θυσιαστῆ. Ἐκτὸς ἄν εἶναι καὶ τοῦτο ἕνα ἔξοδο καὶ δαπάνη χρημάτων, ὅπως πορβάλλετε στὴν ἐλεημοσύνη.
δ΄. Κατανόησε γιὰ πόσα εἶσαι ὑπεύθυνος κι ὄχι μόνο θ’ ἀλλάξης κατεύθυνση καὶ θὰ παλεύσης πρὸς τὴ συγχώρηση ὅσων σὲ ἀδίκησαν ἀλλὰ θὰ τρέξης, σ’ ἐκείνους ποὺ σοῦ προξένησαν λύπη. Θὰ σοῦ γίνουν ἀφορμὴ νὰ κερδίσης τὴ συγχώρηση, ἀφορμὴ νὰ βρῆς παρηγοριὰ γιὰ τὰ δεινὰ στου. Οἱ Ἕλληνες χωρὶς μιὰ προσδοκία τόσο μεγάλη, ὅμως σ’αὐτὰ ἐφιλοσόφησαν ὀρθά. Καὶ σὺ ποὺ ἑτοιμάζεσαι νὰ ἀποδημήσης μὲ τέτοιες ἐλπίδες ἀναβάλλεις καὶ διστάζεις; Κι αὐτὸ ποὺ  πραγματοποιεῖ ὁ χρόνος, σὺ δὲν ἔχεις τὴ δύναμη νὰ τὸ πράξης πρὶν ἀπὸ τὸ χρόνο γιὰ χάρη τοῦ νόμου τοῦ Θεοῦ. Καὶ προτιμᾶς νὰ σβήση τὸ πάθος χωρὶς μισθὸ περισσότερο παρὰ μὲ μισθό; Γιατὶ ἄν αὐτὸ προέλθη ἀπὸ τὸ χρόνο, τίποτα δὲ θὰ κερδίσης ἀλλὰ καὶ πολὺ θὰ τιμωρηθῆς, ἐπειδὴ δὲ σὲ λύγισε ὁ νόμος τοῦ Θεοῦ νὰ κάμης ὅ,τι ἐπέτυχε ὁ χρόνος.  Κι ἄν ἰσχυρίζεσαι ὅτι σὲ φλογίζει ἡ θύμηση τῆς προσβολῆς, θυμήσου ἄν σοὔχη κάμη κάποιο καλὸ αὐτὸς ποὺ σὲ λύπησε καὶ ὅσα κακὰ προξένησες ἐσύ στοὺς ἄλλους. Σὲ κακολόγησε καὶ σὲ ντρόπιασε; Σκέψου τί εἶπες καὶ σὺ γιὰ ἄλλους. Πῶς θὰ ἐπιτύχης τὴ συγνώμη ποὺ δὲν τὴν παραχωρεῖς σὲ ἄλλους;  Δὲν κατηγόρησες κανέναν; Ἅκουσες ὅμως νὰ κατηγοροῦν καὶ τὸ δέχτηκες κι αὐτὸ δὲν εἶναι χωρὶς ἐνοχή. Θέλεις νὰ μάθης πόσο μεγάλο ἀγαθό εἶναι ἡ ἔλλειψη μνησικακίας καὶ πόσο τοῦτο εὐχαριστεῖ τὸ Θεό; Τιμωρεῖ ὅσους δοκιμάζουν χαρά γι’ αὐτοὺς ποὺ δίκαια ἀπ’ αὐτὸν τιμωροῦνται μὲ ὅλη τὴ δίκαιη τιμωρία τους.  Σὺ ὅμως δὲν ἔπρεπε νὰ χαρῆς. Κι ὁ προφήτης ἀφοῦ διατύπωσε πολλὲς κατηγορίες πρόσθεσε καὶ τοῦτο· Δὲν ἔνιωσαν λύπη γιὰ τὴ συντριβὴ τοῦ Ἰωσήφ. Καὶ πάλι· Δὲν ἐγβῆκε ἐκείνη ποὺ ἔμενε στὴν Ἐνὰν νὰ θρηνήση τὸ σπίτι τὸ γειτονικό της. Μόλο ποὺ κι ὁ Ἰωσήφ, δηλαδὴ οἱ φυλὲς ποὺ κρατοῦσαν ἀπ’ αὐτὸν, καὶ οἱ γείτονές του ἑτιμωροῦνταν ἀπ’ ἀπόφαση τοῦ Θεοῦ. Θέλει ὅμως κι αὐτῶν τὸν πόνο νὰ συμμεριζώμαστε.  Γιατὶ  ἄν ἐμεῖς ποὺ εἴμαστε κακοί, ὅταν τιμωροῦμε ἕνα ὑπηρέτη μας καὶ δοῦμε κάποιον ἀπὸ τοὺς συνδούλους του νὰ γελᾶ, θυμώνουμε περισσότερο καὶ ξεσποῦμε στὸ δεύτερο τὸ θυμό μας, πολὺ περισσότερο θὰ τιμωρήση ὁ Θεὸς ἐκείνους ποὺ χαίρονται μὲ ὅσους τιμωροῦνται. Κι ἄν δὲν ἐπιτρέπεται νὰ κακομεταχειριζώμαστε ὅσους τιμωρεῖ ὁ Θεὸς παρὰ νὰ τοὺς συμπονοῦμε, πολὺ περισσότερο δὲν πρέπει αὐτοὺς ποὺ ἔσφαλαν σ’ ἐμᾶς, Αὐτὸ εἶναι σημάδι ἀγάπης κι αὐτὴν βάζει πιὸ μπρὸς ἀπ’ ὅλα ὁ Θεός. Ὅπως στὴ βασιλικὴ πορφύρα ἐκεῖνα ἀπὸ τὰ λουλούδια καὶ τὰ χρώματα εἶναι πολύτιμα, ὅσα συνθέτουν τὸ μανδύα αὐτόν, ἔτσι κι ἐδῶ· αὐτὲς οἱ ἀρετὲς εἶναι πολύτιμες ὅποιες συγκρατοῦν τὴν ἀγάπη. Καὶ κανένα πρᾶγμα δὲν διατηρεῖ τὴν ἀγάπη τόσο, ὅσο νὰ ξεχνᾶς ἐκείνους ποὺ σοῦ ἔφταιξαν. Μήπως δὲν ἐφρόντισε ὁ Θεὸς καὶ γιὰ τὸ ἄλλο μέρος;  Μήπως δὲν κατηύθηνε τὸν ἀδικητὴ πρὸς τὸν ἀδικημένο; Δὲ σέρνει αὐτὸν πρὸς ἐκεῖνον ἀπὸ τὸ θυσιαστήριο καὶ δὲν τὸν καλεῖ, στὴν κοινωνία μόνο μετὰ τὴ συμφιλίωση; Ὅμως γι’ αὐτὸ μὴν περιμένεις ναρθῆ, γιατὶ ἔχασες τὸ πᾶν. Γι’ αὐτὸ καὶ σοῦ ὁρίζει ὑπερβολικὴ ἀμοιβὴ, γιὰ νὰ προλάβης ἐκεῖνον. Γιατὶ ἄν συμφιλιωθῆς ἔπειτα ἀπὸ παράκληση, δὲν εἶναι πιὰ ἡ φιλία ἀποτέλεσμα τῆς προσταγῆς τοῦ Θεοῦ ἀλλὰ τῆς βιασύνης ἐκείνου. Γι’ αὐτὸ καὶ φεύγεις ἐσὺ χωρὶς στεφάνι, ἐνῶ τὸ βραβεῖο τὸ παίρνει αὐτός.  Τί εἶναι αὐτὸ ποὺ λέει; Ἔχεις ἐχθρὸ καὶ δὲν ντρέπεσαι; Δὲν μᾶς φτάνει ὁ διάβολος μόνο στρέφομε ἐναντίον μας καὶ τοὺς ὁμοίους μας; Μακάρι οὔτε ἐκεῖνος νὰ μὴν ἤθελε νὰ μᾶς πολεμᾶ, μακάρι μῆτε ἐκεῖνος νὰ μὴν ἦταν διάβολος. Δὲ γνωρίζεις πόσο ἀπέραντη εἶναι ἡ εὐχαριστήση μετὰ τὴ συμφιλίωση. Δὲν ἔχει σημασία ἄν αὐτὸ δὲν εἶναι φανερό, ὅσο κρατεῖ ἡ ἔχθρα. Ὅτι εἶναι γλυκύτερο νὰ ἀγαπᾶς αὐτὸν ποὺ σὲ ἀδικεῖ παρὰ νὰ τὸν μισῆς, τὸ νιώθης καλὰ μόνο ὅταν διαλυθῆ τὸ μῖσος.
ε΄. Γιατὶ λοιπὸν μιμούμασατε τοὺς τρελλοὺς, σπαράζοντας ὁ ἕνας τὸν ἄλλο, πολεμῶντας τὴ σάρκα μας; Ἀκοῦστε πόσος λόγος γίνεται γι’ αὐτὸ καὶ στὴν Παλαιὰ Διαθήκη. Οἱ δρόμοι ὅσων θυμοῦνται τὸ κακὸ ὁδηγοῦν στὸ θάνατο. Ὁ ἄνθρωπος διατηρεῖ ὀργὴ ἐναντίον ἀνθρώπου κι ὅμως γυρεύει βοήθεια ἀπὸ τὸ Θεό. Ἀφοῦ γυκατετέθηκε στὸ ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ καὶ ὀδόντα ἀντὶ ὀδόντος πῶς λοιπὸν ἔπειτα κατηγορεῖ; Γιατὶ συγκατατέθηκε καὶ σ’ ἐκεῖνα ὄχι γιὰ νὰ τὰ ἐφαρμόζωμε μεταξὺ μας ἀλλὰ γιὰ νὰ μὴν τἀ ἀποτολμοῦμε ἀπὸ φόβο μήπως τὰ πάθωμε. Ἐξ ἄλλου αὐτὰ δικαιολογοῦνται ἀπὸ ἕνα παροδικὸ ξέσπαζα, ἐνῶ ἡ μνησικακία μαρτυρεῖ ψυχὴ ποὺ μελετᾶ τὴν κακία. Ἔπαθες κάποιο κακό; Δὲν εἶναι τόσο μεγάλο ὅσο αὐτὸ ποὺ θὰ κάμμης στὸν ἑαυτὸ σου μὲ τὴ μνησικακία σου. Ἐξ ἄλλου δὲν εἶναι δυνατὸ ὁ ἀγαθὸς νὰ πάθη κάποιο κακό. Ἄς φαναστοῦμε κάποιον μὲ παιδιὰ καὶ γυναῖκα νἄχῃ πνευματικότητα. Κι ἄς ἔχη αὐτὸς πολλὲς ἀφορμὲς νὰ τὸν ἀδικήσουν , καὶ περιουσία καὶ ἀξίωμα καὶ πολλοὺς φίλους καὶ ὑπόληψη. Μόνο νὰ ἔχῃ καὶ πνευματικότητα. Αὐτὸ πρέπει νὰ διαθέτη. Κι ἄς τὸν προσβάλωμε μὲ τὴν κατηγορία μας κι ἄς τὸν βλάψη ὀ μοχθηρός. Τί νὰ πειράξη αὐτὸν ποὺ θεωρεῖ μηδαμινὰ τὰ χρήματα; Ἄν σκοτώσουν τὸ παιδί του; Τί τὸν ἐνδιαφέρει αὐτὸν ποὺ πιστεύει στὴν ἀνάσταση; Ἄς σφάξουν τὴ γυναῖα του. Τί σημαίνει γι’ αὐτὸν ποὺ ἔμαθε νὰ μὴ θρηνῆ τοὺς νεκρούς; Ἄς τὸν προσβάλλουν. Τί κακὸ κάνουν σ’ αὐτὸν ποὺ θεωρεῖ τὰ παρόντα σὰ λουλούδι ἐφήμερο; Ἄν θέλης, ἄς βασανίσουν καὶ τὸ ἴδιο τὸ σῶμα του κι ἄς τὸ ρίξουν στὴ φυλακη. Τί σημασία ἔχει γι’ αὐτὸν ποὺ διδάχτηκε ὅτι ἄν ὁ ἐξωτερικὸς ἄνθρωπος καταστρέφεται, ὁ ἐσωτερικὸς ἀνανεώνεται καὶ ὅτι ἡ θλίψη πραγματοποιεῖ τὴ δοκιμασία μας. Ἐγὼ ὑποσχέθηκα ὅτι δὲ θὰ πάθη καμμιὰ βλάβη, ὁ λόγος ὅμως ἔδειξε στὴν πρόοδό του ὅτι ὠφελεῖται συνάμα μὲ τὸ νὰ ανανεώνεται καὶ νὰ γίνεται δόκιμος Ἄς μὴ θλιβώμαστε μὲ τὴ χαρὰ τῶν ἄλλων, ἀδικῶντας τὸν ἑαυτὸ μας, καὶ ἐξασθενῶντας τὴν ἀντοχὴ τῆς ψυχῆς μας. Ὁ πόνος δὲν προέρχεται τόσο ἀπὸ τὴν κακία τῶν διπλανῶν μας ὅσο γιὰ τὴ δική μας ταλαιπωρία. Γι’ αὐτὸ, κι ἄν μᾶς προσβάλη κάποιος, δακρύζομε καὶ μαζευόμασε. Κι ἄν κάποιος κλέψη, παθαίνομε τὸ ἴδιο, ὅπως ἐκεῖνα τὰ μικρὰ παιδιά, ποὺ οἱ πιὸ ἀστεῖοι ἀπὸ τοὺς συνομιλίκους τους τὰ θυμώνουν στενοχωρῶντας τα ὄχι μὲ σπουδαῖα ἀλλὰ γιὰ μικρὰ ζητήματα. Κι ἄν τὰ δοῦνε νὰ ἐρεθίζωνται, ἐπιμένουν νὰ τὰ πειράζουν·  ἄν ὅμως νὰ γελοῦν σταματοῦνε.  Ἐμεῖς εἴμαστε πιὸ ἀνόητοι καὶ ἀπ’ αὐτὰ καὶ θρηνοῦμε γιὰ ὅ,τι ἔπρεπε νὰ γελᾶμε. Γι’ αὐτὸ σᾶς παρακαλῶ νὰ ἐγκαταλείψωμε τὴν παιδικὴ νοοτροπία καὶ νὰ σκεφθοῦμε τὸν οὐρανό. Ἄντρες θέλει ὁ Χριστὸς νὰ εἴμαστε, ἄντρες τέλειοι. Σ’ αὐτὸ προτρέπει κι ὁ Παῦλος· Ἀδελφοί, μὴν εἴστε παιδιὰ στὴ σκέψη, γίνετε νήπια στὴν κακία. Ἄς γίνωμε λοιπὸν νήπια στὴν κακία κι ἀφοῦ ἀποφύγωμε τὴν κακία, ἄς φροντίσωμε γιὰ τὴν ἀρετὴ. Ἔτσι θὰ ἀποχτήσωμε τὰ αἰώνια ἀγαθὰ μὲ τὴ χάρη καὶ τὴ φιλανθρωπία τοῦ Κυρίου μας Ἰησοῦ Χριστοῦ. Σ’ αὐτὸν ἀνήκει ἡ δοξολογία κι ἡ δύναμη στοὺς αἰῶνες. Ἀμήν.



Μητροπολίτου Τρίκκης καὶ Σταγῶν Διονυσίου
Πατερικὸν Κυριακοδρόμιον
Τόμος Δεύτερος
Ἀθῆναι 1969
σελ.142-153


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου