Κυριακή 16 Φεβρουαρίου 2014

Κυριακή τοῦ ἀσώτου. Θεοφυλάκτου Ἀρχιεπισκόπου Βουλγαρίας

Κυριακή τοῦ ἀσώτου
Λουκ. ιε΄ 11-32


Περὶ τοῦ ἀποδημήσαντος εἰς χώραν μακράν, κεφάλαιον ιε΄

«Εἶπεν δέ· Ἄνθρωπος τις εἶχε δύο υἱούς, καὶ εἶπεν ὁ νεώτερος αὐτῶν τῷ πατρί· Πάτερ, δός μοι τὸ ἐπιβάλλον μέρος τῆς οὐσίας·  καὶ διεῖλεν αὐτοῖς τὸν βίον.  Καὶ μετ’ οὐ πολλὰς ἡμέρας συναγαγὼν ἅπαντα ὁ νεώτερος υἱός, ἀποδήμησεν εἰς χώραν μακρὰν, καὶ ἐκεῖ διεσκόρπισε τὴν οὐσίαν αὐτοῦ ζῶν ἀσώτως·  δαπανήσας δὲ αὐτοῦ πάντα, ἐγένετο λιμὸς ἰσχυρὸς κατὰ τὴν χώραν ἐκείνην, καὶ αὐτὸς ἤρξατο ὑστερεῖσθαι, καὶ πορευθεὶς ἐκολλήθη ἐνὶ τῶν πολιτῶν τῆς χώρας ἐκείνης· καὶ ἔπεμψεν αὐτὸν εἰς τοὺς ἀγροὺς αὐτοῦ βόσκειν χοίρους, καὶ ἐπεθύμει γεμίσαι τὴν κοιλίαν αὐτοῦ ἐκ τῶν κερατίων ὧν ἤσθιον οἱ χοῖροι, καὶ οὐδεὶς ἐδίδου αὐτῷ» Καὶ αὕτη ἡ παραβολὴ ὁμοία ταῖς προλαβούσαις ἐστίν·  εἰσάγει γὰρ καὶ αὕτη ἄνθρωπον μὲν τὸν Θεὸν, τὸν ὄντως φιλάνθρωπον, υἱοὺς δὲ δύο, τὰ δύο τάγματα τῶν ἀνθρώπων, δικαίους φημὶ καὶ ἁμαρτωλούς. Εἶπε δὲ ὁ νεώτερος·  Δὸς μοι τὸ ἐπιβάλλον μέρος τῆς οὐσίας.  Ἡ δικαιοσύνη μὲν ἀρχαῖον κτῆμα τῆς ἀνθρωπίνης φύσεως, διὸ καὶ ὁ πρεσβύτερος υἱὸς οὐκ ἀποσκιρτᾶ· ἡ δὲ ἁμαρτία ὑστερογενὲς κακόν, διὸ καὶ ὁ νεώτερος ἀποσκιρτᾷ, ὁ τῇ ἁμαρτίᾳ δηλαδὴ τῇ ὕστερον ἐπισαχθείσῃ συναυξηθείς.  Καὶ ἄλλως δὲ νεώτερος ὑιὸς ὁ ἁμαρτωλός, ὡς νεωτεριστής, καὶ ἀποστάτης, καὶ ἀντάρας τῷ πατρικῷ θελήματι. «Πάτερ, δός μοι τὸ ἐπιβάλλον μέρος τῆς οὐσίας». Οὐσία τοῦ ἀνθρώπου τὸ λογικὸν ἐστιν, παρέπεται καὶ τὸ αὐτεξούσιον, πᾶν γὰρ λογικὸν αὐτεξούσιον.  Δίδωσιν οὖν ἡμῖν ὀ Κύριος τὸν λόγον, ἵνα χρησώμεθα αὐτεξουσίως τούτῳ ὡς οὐσίᾳ ὄντι ἡμετέρᾳ.  Δίδωσι δὲ πᾶσιν ἐπίσης, πάντες γὰρ ἐπίσης λογικοί, ἐπίσης αὐτεξούσιοι· ἀλλ’ οἱ μὲν κατὰ λόγον χρώμεθα τῇ φιλοτιμίᾳ ταύτῃ, οἱ δὲ καὶ ἀχρειοῦμεν τὸ θεῖον δῶρον.  Καὶ πάντα δὲ ἁπλῶς, ὅσα δίδωκεν ἡμῖν ὁ Κύριος, οὐσία ἡμῶν λογισθεῖεν, οἷον λέγω οὐρανὸν, γῆν, ἁπλῶς τὴν κτίσιν πᾶσαν, νόμον, προφήτας. Ἀλλ’ ὁ μὲν νεώτερος υἱὸς εἶδεν οὐρανόν, καὶ ἐθεοποίησεν, εἶδε γῆν καὶ ἐσεβάσθη, καὶ ἐν τῷ νόμῳ αὐτοῦ οὐκ ἠβουλήθη πορεύεσθαι, ἐν τοῖς προφήταις ἐπονηρεύσατο. Ὁ δὲ πρεσβύτερος υἱὸς πᾶσι τούτοις εἰς δόξαν Θεοῦ ἀπεχρήσατο.  Δοὺς οὖν ταύτα ἐπίσης εἴασεν αὐτεξουσίως πορεύεσθαι, οὐδένα γὰρ βιάζεται μὴ δουλεύειν αὐτῷ βουλόμενον. Εἰ γὰρ ἤθελε βιάζεσθαι, οὐδ’ ἄν λογικοὺς ἡμᾶς καὶ αὐτεξουσίους ἐδημιούργησεν. Ἅπαντα δὲ ταῦτα συλλήβδην ὁ νεώτερος ἐδαπάνησε· καὶ τὶ τὸ αἴτιον; Ὅτι ἀπεδήμησεν εἰς χώραν μακράν.  Ἐπειδὴ γὰρ ὁ ἄνθρωπος ἀποστῇ ἀπὸ Θεοῦ, καὶ μακρὰν ἑαυτὸν ποιήσῃ τοῦ Θείου φόβου, πάντα τὰ θεία ἐκδαπανᾷ. Ἐγγὺς μὲν ὄντες τοῦ Θεοῦ, οὐδὲν τοιοῦτον ποιοῦμεν ἀπωλείας ἄξιον, κατὰ τό· «Προωρώμην τὸν Κύριον ἐνώπιόν μου διὰ παντός, ὅτι ἐκ δεξιῶν μού ἐστιν, ἵνα μὴ σαλευθῶ».  Μακρὰν δὲ αὐτοῦ καὶ ἀποστάται γενόμενοι τὰ χείριστα πάντα καὶ ποιοῦμεν, καὶ πάσχομεν, κατὰ τὸ· «Ἰδοὺ οἱ  μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ ἀπολοῦνται».  Διεσκόρπισε τοίνυν τὴν οὐσίαν εἰκότως· ἡ μὲν γὰρ ἀρετὴ ἕναν ὅρον ἔχει, καὶ ἕν τι ἐστίν· ἡ δὲ κακία πολυσχιδής ἐστι, καὶ πλάνας ἐποιοῦσα πολλάς, οἷον, λόγον χάριν, τῆς μὲν ἀνδρίας εἷς ἔστιν ὅρος, τὸ δὲ ἔστιν, ὅτε δεῖ, καὶ ὡς δεῖ, καὶ πρὸς οὕς δεῖ τῷ θειακῷ χρᾶσθαι.  Τῆς δὲ κακίας δύο τὰ εἴδη, δειλία καὶ θρασύτης. Ὁρᾷς σκορπιζόμενον τὸν λόγον, καὶ τὴν ἑνότητα τῆς ἀρετῆς ἀπολλυμένην;  Δαπανηθείσης δὲ τῆς οὐσίας ταύτης, καὶ μηκέτι κατὰ λόγον, τὸν φυσικὸν νόμον φησί, πορευομένου τοῦ ἀνθρώπου, ἀλλὰ μηδὲ νόμῳ στοιχοῦντος τῷ γραπτῷ, μηδὲ προφητῶν ἀκούοντος, λιμὸς ἰσχυρὸς γίνεται, οὐ λιμὸς ἄρτου, ἀλλὰ λιμὸς τοῦ ἀκοῦσαι λόγον Κυρίου.  Καὶ ἄρχεται ὑστερεῖσθαι, οἷα μὴ φοβούμενος τὸν Κύριον, ἀλλὰ μακρὰν ἀπέχων αὐτοῦ· ὡς τοῖς γε φοβουμένοις τὸν Κύριον οὐ ἔστιν ὑστέρημα.  Πῶς δὲ οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις; Διότι ὁ φοβούμενος τὸν Κύριον ἐν ταῖς ἐντολαὶς αὐτοῦ θελήσει σφόδρα. Διὰ τοῦτο δὲ δόξα καὶ πλοῦτος ἐν τῷ οἶκῳ αὐτοῦ, καὶ ἐσκόρπισε μᾶλλον αὐτός, καὶ ἔδωκε τοῖς πένησι, τοσοῦτον ἀπέχει τοῦ αὐτὸς ὑστερεῖσθαι. Ὁ τοίνυν μακρὰν ἀποδημήσας τοῦ Θεοῦ, καὶ μὴ πρὸ ὀφθαλμῶν ἔχων τὸ φοβερὸν αὐτοῦ πρόσωπον, ὑστερεῖται εἰκότως, οὐδενὸς θείου λόγου ἐν ἐκείνῳ ἐνεργοῦντος.  Καὶ πορευθείς, τοὐτέστιν, προοδεύσας καὶ προκόψας τῇ κακίᾳ, ἐκολλήθη ἐνὶ τῶν πολιτῶν τῆς χώρας ἐκείνης. Ὁ μὲν γὰρ κολλώμενος τῷ Κυρίῳ, ἕν πνεῦμα γίνεται ὁ δὲ κολλώμενος τῇ πόρνῃ φύσει τῶν δαιμόνων, ἕν σῶμα γίνεται, σὰρξ ὅλος καθιστάμενος καὶ πνεύματος χώρησεν ἐν ἑαυτῷ ἔχων, ὡς οἱ ἐπὶ τοῦ κατακλυσμοῦ.  Πολῖται γὰρ τῆς χώρας ἐκείνης τῆς ἀπεχούσης τοῦ Θεοῦ οἱ δαίμονες πάντως εἰσίν. Οὗτος δὲ προκύψας καὶ ἐν κακίᾳ δυνατὸς γεγονὼς βόσκει χοίρους, τοὐτέστι, καὶ ἄλλοις διδάσκαλος πονηρίας γίνεται καὶ βαρβορώδους πράξεως.  Πάντες γὰρ οἱ τῷ βορβόρῳ τῶν ἀτίμων πράξεων καὶ ὑλικῶν παθῶν ἐνηδόμενοι, χοῖροι· τοῦ χοίρου γὰρ οἱ ὀφθαλμοὶ οὐδέποτε τὰ ἄνω βλέπειν δύνανται, ἀλλοκότου διαπλάσεως τυχόντες. Ὅθεν καὶ οἱ χοιροβοσκοὶ ἐπειδὰν χοῖρον κατέχοντες, οὐ δύνωνται παύειν αὐτὸν βοῶντα, ἀναστρέψαντες ὕπτιον, μετριώτερον αὐτὸν πείθουσι βοᾷν. Οἱονεὶ γὰρ εἰς θέαν ἐλθὼν ὧν οὐκ εἰδέ ποτε, καὶ τὰ ἄνω βλέπων ἐκπλήττεται, καὶ σιγᾷ· τοιτοῦτοι οἱ ὀφθαλμοὶ τῶν τοῖς φαύλοις ἐντρεφομένων, οὐδέποτε τὰ ἄνω ὁρῶσι.  Τούτους οὖν βόσκει ὁ πολλῶν ἐν κακίᾳ προέχων, οἷοι οἱ πορνοβοσκοί, οἱ ἀρχιλησταί, οἱ ἀρχιτελῶναι, πάντες γὰρ οὗτοι χοίρους βόσκειν λεχθήσονται·  Ἐπιθυμεῖ δὲ ὀ ἐλεεινὸς οὗτος κορεσθῆναι τῆς ἁμαρτίας, καὶ οὐδεὶς αὐτῷ δίδωσι ταύτης κόρον.  Τῶν γὰρ κακῶν οὐ λαμβάνει κόρον, ὁ τούτοις ἐνεθισθείς· μὴ γὰρ μένει ἡ ἡδονή, ἀλλ’ ἅμα γίνεται, καὶ ἀπογίνεται, καὶ εὑρίσκεται πάλι κενὸς ὁ ἐλεεινός, κερατίοις γὰρ παραβάλλεται ἡ ἁμαρτία, γλυκύτητα ἔχουσα καὶ τραχύτητα, ἡδύνει μὲν γὰρ πρόσκαιρα, κολάζει δὲ ἀΐδια. Οὐδεὶς οὖν δίδωσι κορεσθῆναι τῶν κακῶν τῷ ἐν τούτοις τρυφῶντι.  Τίς γὰρ καὶ δώσει αὐτῷ κόρον καὶ παύσει; Θεός; Ἀλλ’ οὐ πάρεστι, μικρὰν γὰρ τοῦ Θεοῦ ἀποδημεῖ ὁ ταῦτα ἐσθίων. Ἀλλὰ δαίμονες;  Καὶ πῶς οἵγε μᾶλλον τοῦτο σπεύδοντες, τὸ μηδέποτε παῦλαν καὶ κόρον γενέσθαι τῆς κακίας;

«Εἰς ἑαυτὸν δὲ ἐλθών, εἶπε· Πόσοι μίσθιοι τοῦ πατρός μου περισσεύουσιν ἄρτων; ἐγὼ δὲ λιμῷ ἀπόλλυμαι. Ἀναστὰς πορεύσομαι πρὸς τὸν πατέρα μου, καὶ ἐρῶ αὐτῷ Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, καὶ οὐκ ἔτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου· ποιησόν με ὡς ἕνα τῶν μισθίων σου.  Καὶ ἀναστὰς, ἦλθε πρὸς τὸν πατέρα ἑαυτοῦ. Ἔτι δὲ αὐτοῦ μακρὰν ἀπέχοντος, εἶδεν αὐτὸν ὁ πατὴρ αὐτοῦ, καὶ εὐσπλαχνίσθη, καὶ δραμὼν ἔπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ, καὶ κατεφίλησεν αὐτὸν. Εἶπε δὲ αὐτῷ ὁ υἱός. Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, καὶ οὐκ εἰμὶ ἄξιος κληθῆναι υἱός σου». Εἰς ἑαυτὸν ἦλθεν ὁ τέως ἄσωτος· ἕως μὲν γὰρ ἔπραττε τὰ φαῦλα, ἔξω ἑαυτοῦ ἦν. Καταδαπανῆσαι γὰρ λέγεται τὴν οὐσίαν, καὶ εἰκότως· διὰ τοῦτο ἔξω ἑαυτοῦ ἐστιν. Ὁ γὰρ μὴ λόγῳ κυβερνώμενος, ἀλλὰ ὡς ἄλογος ζῶν, καὶ ἑτέροις τῆς ἀλογίας ἐξάρχων, ἔξω ἑαυτοῦ ἐστι, καὶ οὐ μένει ἐπὶ τῆς οἰκίας οὐσίας, τουτέστι, τοῦ λόγου. Ὅταν δὲ ἀναλογίσηται τί ὤν ἐπὶ  ποίαν κατήντησεν ἀθλιότητα, τότε γίνεται ἐν ἑαυτῷ λογιζόμενος, καὶ εἰς μετάνοιαν ἐρχόμενος ἀπὸ τῆς ἔξω περιπλανήσεως. Μισθίους δὲ λέγει οἷον τοὺς κατηχουμένους, οἷ οὔπω ἔφθασαν γενέσθαι υἱοί, ὡς μήπω φωτισθέντες.  Πάντως δὲ οἰ κατηχούμενοι περισσείαν ἔχουσι τῶν ἄρτων τῶν λογικῶν, καθ’ ἑκάστην τῶν ἀναγνωσμάτων ἀκούοντες. Καὶ ἵνα μάθῃς διαφορὰν μισθίου καὶ υἱοῦ, ἄκουε. Τρεῖς εἰσι τάξεις τῶν σωζομένων· οἱ μὲν γὰρ ὡς δοῦλοι ποιοῦσι τὸ καλὸν φοβούμενοι τὴν κρίσιν· ὅ καὶ ὁ Δαυΐδ αἰνίττεται· «Καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας μου λέγων· ἀπὸ γὰρ τῶν κριμάτων σου ἐφοβήθην». Οἱ δὲ μίσθιοι εἶναι δοκοῦσιν ἐπιθυμίᾳ τῶν ἀγαθῶν εὐαρεστεῖν σπεύδοντες Θεῷ, ὡς ὁ αὐτὸς Δαυΐδ φήσιν· «Ἔκλινα τὴν καρδίαν μου τοῦ ποιῆσαι τὰ δικαιώματά σου εἰς τὸν αἰῶνα διἀ ἀντάμειψιν». Οἰ δὲ εἰσιν υἱοί, δι’ ἀγάπην τὴν πρὸς Θεὸν ποιοῦντες τὰς ἐντολὰς αὐτοῦ, ὡς καὶ πάλιν ὁ αὐτὸς Δαυΐδ μαρτυρεῖ· «Ὡς ἠγάπησα τὸν νόμο σου, Κύριε, ὅλην τὴν ἡμέραν μελέτη μου ἐστί» καὶ πάλιν· «Ἦρα τὰς χεῖράς μου πρὸς τὰς ἐντολὰς σου, ἄς ἠγάπησα» οὐχ ἄς ἐφοβήθην· καὶ πάλι· «Θαυμαστὰ τὰ μαρτύριά σου, καὶ διὰ τὸ εἶναι θαυμαστά, διὰ τοῦτο ἐξηρεύνησεν αὐτὰ ἡ ψυχή μου». Ὅταν οὖν ἐν τῇ τάξει τοῦ υἱοῦ ὤν τις, εἶτα διὰ τὴν ἁμαρτίαν ἀποκηρυχθείη, καὶ ὁρώη ἄλλους ἀπολαύνοντας τῶν θείων χαρισμάτων, καὶ κοινωνοῦντας τῶν θείων μυστηρίων, καὶ τοῦ ἄρτου τοῦ θείου· οὐδὲ γὰρ περὶ τῶν κατηχουμένων μόνον χρὴ νοεῖν ὡς μισθίων λεγομένων, ἀλλὰ καὶ τῶν ἐν τῇ Ἐκκλησίᾳ ἁπλῶς μὴ τῆς πρώτης τάξεως ὄντων· τότε δὴ ταῦτα τὰ οἰκτρὰ ὀφείλει ἐπιλέγειν ἑαυτῷ· Πόσοι μίσθιοι τοῦ Πατρός μου περισσεύσουσιν ἄρτον· ἐγὼ δὲ λιμῷ ἀπόλλυμαι.  Ἀλλ’ ἀναστάς, τοὐτέστιν, ἐκ τοῦ πτώματος τῆς ἁμαρτίας, πορεύσομαι πρὸς τὸν Πατέρα μου, καὶ ἐρῶ αὐτῷ·  Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανόν, καὶ ἐνώπιόν σου· καταλιπὼν γὰρ τὰ οὐράνια, ἥμαρτον εἰς ταῦτα, προτιμήσας αὐτῶν τὴν κατάπτυστον ἡδονήν, καὶ τῆς πατρίδος μου οὐρανοῦ τὴν τοῦ λιμοῦ χώραν προκρίνας. Ὥσπερ γὰρ ἁμαρτάνειν λέγεται, φέρε εἰπεῖν εἰς χρυσόν, ὁ μόλυβδον αὐτοῦ προτιμῶν, οὕτως εἰς οὐρανὸν ἁμαρτάνει, ὁ τούτου προτιμήσας τὰ γήϊνα. Ἀποτυγχάνει γὰρ πάντως τῆς εἰς τὸν οὐρανὸν φερούσης ὁδοῦ. Ἐπίστησον δέ, ὅτι, ὅταν μὲν ἡμάρτανεν, ὡς ἐνώπιον τοῦ Θεοῦ πράττων ἡμάρτανεν, ὅτε δὲ ἐξομολογεῖται, ἐνώπιον τοῦ Θεοῦ ἡμαρτηκὼς αἰσθάνεται. Ἀναστὰς δὲ ἦλθε πρὸς τὸν πατέρα αὐτοῦ, δεῖ γὰρ ἡμᾶς μὴ μόνον βούλεσθαι τὰ φίλα Θεῷ, ἀλλὰ καὶ πράττειν. Ὥσπερ δὲ εἶδες θερμὴν τὴν μετάνοιαν, οὕτως καὶ τὴν εὐσπλαχνίαν τοῦ πατρὸς ὅρα. Οὐδὲ γὰρ ἀνέμεινε τὸν υἱὸν ἐλθεῖν ἄχρις αὐτοῦ, ἀλλὰ προφθάνει, καὶ περιπλέκεται. Πατὴρ γὰρ τῇ χρηστότητι, εἰ καὶ φύσει Θεός, καὶ ὅλος ὅλον περιφύεται, ἵνα πάντοθεν αὐτὸν πρὸς ἑαυτὸν συσφίγξη, καθὸ εἴρηται· «Καὶ ἡ δόξα τοῦ Θεοῦ περιστελεῖ σε».   Καὶ πάλαι μὲν ὅτε ἐμάκρινεν ἑαυτὸν ὁ υἱὸς, καιρὸς ἦν καὶ τῷ πατρὶ τοῦ μακρυνθῆναι ἀπὸ τῆς περιλήψεως· ὅτε δὲ ἤγγισε διὰ τῆς προσευχῆς καὶ τῆς ἐπιστροφῆς, καιρὸς ἐγένετο τοῦ περιλαβεῖν. Ἐπιπίπτει τοίνυν ἐπὶ τὸν τράχηλον, τὸν ἀποστατοῦντα πρώην, πειθήνιον νῦν γενέσθαι ἐνδεικνύμενος.  Καὶ καταφιλεῖ αὐτὸν, τὴ καταλλαγὴν δεικνύων, καὶ οἷόν τι προπύλαιον τὸ στόμα πρῶτον τοῦ μιανθέντος ἁγιάζων», εἶτα διὰ τούτου καὶ ἐπὶ τὰ ἔνδον τὸν ἁγιασμὸν εἰσπέμπων.
«Εἶπε δὲ ὁ πατὴρ πρὸς τοὺς δούλους αὐτοῦ· Ἐξενέγκατε τὴν στολὴν τὴν πρώτην, καὶ ἐνδύσατε αὐτόν, καὶ δότε δακτύλιον εἰς τὴν χεῖρα αὐτοῦ, καὶ ὑποδήματα εἰς τοὺς πόδας αὐτοῦ, καὶ ἐξενέγκαντες τὸν μόσχον τὸν σιτευτὸν θύσατε, καὶ φαγόντες εὐφανθῶμεν, ὅτι ὁ υἱὸς μους οὗτος νεκρὸς ἦν, καὶ ἀνέζησε, καὶ ἀπολωλὼς ἦν, καὶ εὑρέθη. Καὶ ἤρξαντον εὐφραίνεσθα.» Δούλους ἤ τοὺς ἀγγέλους νοήσας, τὰ λειτουργικὰ πνεύματα τὰ στελλόμενα εἰς διακονίας διὰ τοὺς σωτηρίας ἀξίους· καὶ γὰρ οὗτοι στολίζουσι τὸν ἐκ κακίας ἐπιστρέφοντα τὴν στολὴν τὴν πρώτην, ἤτοι τὴν ἀρχαίαν, ἥν πρὶν ἁμαρτεῖν ἐφοροῦμεν, τὸ ἔνδυμα τῆς ἀφθαρσίας, ἤ τὴν τιμίαν τὴν πρὸ τῶν ἄλλων πασῶν, οἵα ἐστίν ἡ τοῦ βαπτίσματος. Πρώτη γάρ μοι αὕτη περιτίθεται, καὶ παρ’ αὐτῆς λαμβάνων τὴν τῆς ἀσχημοσύνης περιστολὴν. Ἤ τοίνυν τοὺς ἀγγέλους νοήσαις δούλους, τοὺς πᾶσι τοῖς ὑφ’ ἡμῖν τελουμένοις διακονουμένους, καὶ δι’ ὧν ἀγιαζόμεθα μέσων· ἤ καὶ τοὺς ἱερεῖς, τοὺς καὶ διὰ βαπτίσματος, καὶ λόγου διδασκαλικοῦ τὸν ἐπιστρέφοντα ἐνδύοντας, καὶ στολὴν πρώτην περιτιθέντας, τὸν Χριστὸν αὐτὸν (ὅσοι γὰρ ἐβαπτίσθημεν εἰς Χριστόν, Χριστὸν ἐνεδυσάμεθα), καὶ δακτύλιον διδόασιν εἰς τὴν χεῖρα, τὴν σγραγῖδα τοῦ Χριστιανισμοῦ, ἥν διὰ τῶν ἔργων ἔχομεν· ἡ μὲν γὰρ χεὶρ τῆς πράξεως σύμβολον, ὁ δὲ δακτύλιος τῆς σφραγῖδος· ὁ τοίνυν βαπτισθείς, καὶ ἁπλῶς ὁ ἀπὸ κακίας ἐπιστρέφων, ὀφείλει ἔχειν ἐπὶ τῆς χειρός, τοὐτέστιν, ἐπὶ πάσης πρακτικῆς δυνάμεως, σφραγῖδα, καὶ γνώρισμα Χριστιανοῦ, ἵνα δεικνύναι ἔχῃ, ὡς κατ’ εἰκόνα τοῦ κτίσαντος αὐτὸν ἀνεκαινίσθη. Ἤ καὶ ἄλλος νοήσαις τὸν δακτύλιον, ἀρραβῶνα τοῦ Πνεύματος· οἷον τι φημι· Ὁ Θεὸς τὰ μὲν τελειότατα ἀγαθὰ τότε δίδωσιν, ὅτε τούτων καιρός, καὶ νῦν δὲ πιστούμενος δηλαδή, ἐκεῖνα δίδωσιν ἡμῖν χαρίσματα, οἷόν τινας ἀρραβῶνας τῶν μελλόντων, τοῖς μὲν θαυματουργίαν, τοῖς δὲ διδασκαλίαν, τοῖς δὲ ἄλλο τι, καὶ ταῦτα δεχόμενοι ἀπὸ τούτων καὶ τὰ τελειότερα βεβαίως ἐλπίζομεν. Ὑποδήματα εἰς τοὺς πόδας, ἵνα φυλάττωνται ἀπὸ τῶν σκορπίων, τῶν μικρῶν δηλαδὴ δοκούντων ἁμαρτημάτων, καὶ κρυφίων, ὡς ἔφη Δαυΐδ, πλὴν θανατωδῶν καὶ αὐτῶν· ναὶ μὴν καὶ ἀπὸ ὄφεων τῶν προφανῶς βλάπτειν νομιζομένων, φημὶ ἁμαρτιῶν. Καὶ ἄλλος δέ, ὑποδήματα δίδονται τῷ ἀξιωθέντι τῆς πρώτης στολῆς, ποιοῦντος τοῦ Θεοῦ αὐτὸν ἕτοιμον εἰς τὸ εὐαγγελίζεσθαι, καὶ ὠφελεῖν ἑτέρους. Τοῦτο γὰρ ὁ Χριστιανὸς τοῦ πλησίον ἡ ὠφέλεια.  Μόσχος δὲ σιτευτὸς οὐκ ἀγνοεῖται τίς ἐστιν, ὁ θυόμενος, καὶ ἐσθιόμενος· πάντως γὰρ ὁ ἀληθὴς Υἱὸς τοῦ Θεοῦ, καθὸ ἄνθρωπος, καὶ σάρκα εἴληφε, τὴν ἄλογον φύσει, καὶ κτηνώδη, κἄν αὐτὴν τῶν οἰκείων αὐχημάτων πεπλήρωκε. Κατὰ τοῦτο μόσχος νοεῖται, ἀπειρόζυγος μὲν τοῦ νόμου τῆς ἁμαρτίας· σιτευτὸς δέ, καθὸ εἰς τοῦτο τὸ μυστήριον ἐφώριστο πρὸ καταβολῆς κόσμου.  Καὶ περιεργότερον δὲ ἴσως δόξει τὸ ρηθησόμενον, ὅμως ρηθήσεται· ὅτι ὁ ἄρτος, ὅν κλῶμεν κατὰ τὸ φαινόμενον μέν, ἐκ σίτου συνεστώς, σιτευτὸς ρηθείη· κατὰ τὸ νοούμενον δὲ σάρξ ὤν, μόσχος ἄν λεχθείη. Καὶ ὁ αὐτός ἐστι μόσχος, καὶ σιτευτός. Πᾶς οὖν βαπτιζόμενος, καὶ υἱὸς Θεοῦ γινόμενος, μᾶλλον δὲ ἀποκαθιστάμενος, καὶ ἁπλῶς πᾶς ὁ ἀπὸ ἁμαρτίας καθαριζόμενος, τοῦ μόσχου τούτου τοῦ σιτευτοῦ κοινωνεῖ, καὶ εὐφροσύνης αἴτιος καὶ τῷ Πατρί, καὶ τοῖς δούλοις αὐτοῦ καθίσταται, ἀγγέλοις καὶ ἱερεῦσιν ὡς ἐκ νεκρώσεως ἀναζήσας, καὶ ἐξ ἀπωλείας εὑρεθεὶς· ὅσον μὲν γὰρ ἐπὶ τῇ τῆς κακίας περιουσίᾳ νεκρὸς ἦν, ἀπεγνωσμένος δηλαδή· ὅσον δὲ ἐπὶ τῇ ἀνθρωπίνῃ φύσει τῇ τρεπτῇ, καὶ ἐκ κακίας δυναμένῃ εἰς ἀρετὴν μεταπεσεῖν, ἀπολωλὼς λέγεται· ὁ γὰρ ἀπολωλὸς μετριώτερον, ἤ ὀ νεκρός.
«Ἦν δὲ ὁ υἱὸς αὐτοῦ ὁ πρεσβύτερος ἐν ἀγρῷ, καὶ ὡς ἐρχόμενος ἤγγισε τῇ οἰκίᾳ ἤκουσε συμφωνίας καὶ χορῶν, καὶ προσκαλεσάμενος ἕνα τῶν παίδων δούλων, ἐπυνθάνετο τί εἴη ταῦτα· ὁ δὲ εἶπεν αὐτῷ, ὅτι, Ὁ ἀδελφός σου ἥκει, καὶ ἔθυσεν ὁ πατὴρ σου τὸν μόσχον τὸν σιτευτόν, ὅτι ὑγιαίνονται αὐτὸν ἀπέλαβεν. Ὠργίσθη δὲ καὶ οὐκ ἤθελεν εἰσελθεῖν. Ὁ οὖν πατὴρ αὐτοῦ ἐξελθών, παρεκάλει αὐτόν· ὁ δὲ ἀποκριθεὶς εἶπε τῷ πατρί· Ἰδοὺ τοσαῦτα ἔτη δουλεύω σοι, καὶ οὐδέποτέ σου ἐντολὴν παρεῖδον, καὶ ἐμοὶ οὐδέποτε ἔδωκας ἔριφον, ἵνα μετὰ τῶν φίλων μου εὐφρανθῶ· ὅτε δὲ ὁ υἱός σου οὗτος, ὁ καταφαγών σου τὸν βίον μετὰ πορνῶν, ἤλθεν ἔθυσαν αὐτῷ τὸν μόσχον τὸν σιτευρόν. Ὁ δὲ εἶπε αὐτῷ· Τέκνον, σὺ πάντοτε μετ’ ἐμοῦ εἶ, καὶ πάντα τὰ ἐμὰ  σά ἐστιν· εὐφρανθῆναι δὲ ἔδει, καὶ χαρῆναι, ὅτι ὁ ἀδελφός σου οὗτος νεκρὸς ἦν καὶ ἀνέζησε, καὶ ἀπολωλὼς ἦν, καὶ εὑρέθη.» Ἐνταῦθα τὸ πλυθρύλλητον ζήτημα.  Πῶς ὁ υἱὸς φαίνεται φθονερὸς ὀ εὐαρέστως ζήσας τἆλλα, καὶ δεδουλευκὼς τῷ πατρί; Ὅ λυθήσεται, εἴγε τις τὴν παραβολὴν ἀναλογίσαιτο, διὰ τί ἐρρέθη·  πάντως γὰρ διότι ἐγόγγυζον οἱ καθαροί, καὶ δικαιοῦντες ἑαυτοὺς Φαρισαῖοι ἐπὶ τῷ Κυρίῳ προσδεχομένῳ πόρνας καὶ τελώνας, διὰ τοῦτο ἡ παραβολὴ αὕτη μετὰ τῶν πρὸ αὐτῆς εἴρηται· ἐπεὶ οὖν διότι ἐγόγγυζον οἱ Φαρισαῖοι, δίκαιοι ὄντες ὑπὲρ τοὺς Τελώνας, ὡς ἐδόκουν, εἴρηται· σκόπει ὅτι τὸ πρόσωπον τοῦ δοκοῦντος γογγύζειν υἱοῦ λαμβάνεται εἰς πάντας τοὺς σκανδαλιζομένους ἐπὶ τῇ ἀθρόᾳ εὐπραγίᾳ, καὶ σωτηρίᾳ τῶν ἁμαρτωλῶν· τοῦτο δὲ οὐ ἔστι φθόνος, ἀλλ’ ὑπέρχυσις τῆς φιλανθρωπίας τοῦ Θεοῦ ἀγνοουμένην ἡμῖν, καὶ διὰ τοῦτο τίκτουσα τὸν γογγυσμόν· ἆρα γὰρ ὁ Δαυΐδ οὐ εἰσάγει πρόσωπον σκανδαλιζομένων ἐπὶ τῇ εἰρήνῃ τῶν ἁμαρτωλῶν; καὶ ὁ Ἰερεμίας ὁμοίως. «Τί ὅτι ὁδὸς ἀσεβῶν εὐθηνεῖται, λέγων, καὶ ἐφύτευσας αὐτούς, καὶ ἐρριζοβόλησαν· «Ταῦτα γὰρ πάντα τῆς ἀσθενοῦς καὶ πτωχῆς διανοίας εἰσὶ τῶν ἀνθρώπων ἐμπυριζομένης, καὶ δισταζούσης ἐπὶ τῇ ἀναξίᾳ δῆθεν εὐπραγίᾳ τῶν πονηρῶν.  Λέγει τοίνυν διὰ τὴς παρούσης παραβολῆς ὁ Κύριος μονονουχὶ τοιαῦτα τοῖς Φαρισαίοις· Ἔστω ὑμεῖς δίκαιοι κατὰ τὸν υἱὸν ἐκεῖνον, καὶ εὐάρεστοι τῷ Πατρί, παρακαλῶ ὑμᾶς τοὺς δικαίους καὶ καθαρούς, μὴ γογγύζειν ἐπὶ τῇ εὐφορσύνῃ, ἥν ποιούμεθα διὰ τὴν τοῦ ἀμαρτωλοῦ σωτηρίαν· καὶ γὰρ καὶ οὗτος υἱός. Οὐ τοίνυν φθόνος ἐντεῖθεν ἐμφαίνεται, ἀλλὰ τὴν τῶν Φαρισαίων γνώμην παιδεύει ὁ Κύριος διὰ τῆς παραβολῆς ταύτης, ὥστε εἰ καὶ δίκαιοι εἶεν, αὐτοί, καὶ πᾶσαν ἐντολὴν τοῦ Θεοῦ πεπληρωκότες, μὴ δυσχεραίνειν ἐπὶ τῇ παραδοχῇ τῶν ἁμαρτωλῶν.  Καὶ οὐδὲν θαυμαστὸν εἰ δυσχεραίνομεν ἐπὶ τοῖς ἀναξίως δοκοῦσι γίνεσθαι, τοσαύτη γάρ ἐστιν ἡ τοῦ Θεοῦ φιλανθρωπία, καὶ οὕτως ἀφθόνως μεταδίδωσιν ἡμῖν τῶν οἰκείων ἀγαθῶν, ὥστε καὶ γογγυσμὸν τίκτεσθαι ἐντεῦθεν δύνασθαι· ὅπερ καὶ τῇ συνήθει ὁμιλίᾳ λέγομεν.  Πολλάκις γὰρ εὐεργετήσαντές τινα, εἶτα ἀχαριστηθέντες παρ’ αὐτοῦ λέγομεν,  ὅτι Μέμφονταί μοι πάντες, ὅτι σε εὐηργέτησα τοσαῦτα· καίτοι γε ἴσως οὐκ ἐμέμψατό τις ἡμῖν, ἀλλὰ ὅμως τῆς εὐεργεσίας ἐνδείξασθαι βουλόμενοι τὸ μέγεθος, τοῦτο πλάττομεν. Ἴδωμεν δὲ καὶ κατὰ μέρος ὡς ἐν ἐπιτομῇ τὴν παραβολήν. Ἑν ἀγρῷ ἦν ὁ πρεσβύτερος υἱός, ἐν τῷ κόσμῳ τούτῳ, ἐργαζόμενος τὴν ἑαυτοῦ γῆν, τὴν σάρκα φημί, ἵνα ἐμπλησθῇ ἄρτων, καὶ σπείρων ἐν δάκρυσιν, ἵνα ἐν ἀγαλλιάσει θερίσῃ. Μαθὼν δὲ τὰ πραχθέντα, οὐκ ἤθελεν εἰς τὴν κοινὴν χαρὰν εἰσελθεῖν. Ὁ δὲ φιλάνθρωπος πατὴρ ἔξεισι, καὶ παρακαλεῖ, καὶ ἀναδιδάσκει αὐτὸν τὴν τῆς εὐφροσύνης αἰτίαν, ὅτι νεκροῦ ἐστιν ἀναζώωσις·  διὰ τὸ ἀγνοεῖν ὡς ἄνθρωπον σκανδαλιζόμενον, καὶ αἰτιώμενον αὐτὸν, ὡς αὐτῷ μέν οὐδὲ ἔριφον ἐδιδώκει, τῷ δὲ ἀσώτῳ τὸν σιτευτὸν καταθύσαι μόσχον. Τί δὲ ἐστι τὸ διὰ τοῦ ἐρίφου δηλούμενον;  Ὧδε ἄν μάθοις. Πᾶς ἔριφος τῆς ἀριστερᾶς καὶ ἁμαρτωλοῦ μερίδος τάττεται. Φησὶν οὖν ὁ εὐάρεστος υἱός, ὅτι Ἐν πᾶσι διῆγον τὴν ζωὴν, διωκόμενος, κακουχούμενος, ὑπὸ τῶν ἀμαρτωλῶν θλιβόμενος, καὶ οὐδέποτε ὑπὲρ ἐμοῦ ἔσφαξας καὶ ἀπέκτεινας ἔριφον, τοὐτέστιν, ἁμαρτωλὸν θλίβοντά με, ὡς ἄν εὕρω μακρὰν ἄνεσιν· οἷον ἔριφος ἦν τῷ Ἠλιοὺ ὁ Ἀχαάβ. Ἐδίωκεν οὖν τὸν προφήτην, καὶ οὐκ ἔδωκεν ὁ Κύριος τοῦτον τὸν ἔριφον ταχέως εἰς σφαγήν, ἵνα μικρὸν ἀνεθεὶς Ἠλιοὺ ἀναπαύσηται μετὰ τῶν φίλων  αὐτοῦ τῶν προφητῶν. Διὸ καὶ φησὶ πρὸς Θεόν· «Κύριε, τοὺς προφήτας σου ἀπέκτειναν, καὶ τὰ θυσιαστήριά σου κατέσκαψαν.» Ἔριφος τῷ Δαυΐδ ὁ Σαούλ, καὶ πάντες οἱ ἐνδιαβάλλοντες αὐτόν, οὕς ἐφίει ὁ Κύριος πειράζειν αὐτόν, καὶ οὐκ ἔσφαττεν, ὡς ἄν ἡσθείη Δαυΐδ·  διὸ καὶ ἔλεγεν «Ἕως πότε ἁματωλοί, Κύριε, ἕως πότε ἁμαρτωλοὶ καυχήσονται;» Ταῦτα λέγει καὶ ὁ ἐν τῷ Εὐαγγλίῳ υἱός·  Πάντοτέ με ἐν κόποις ὄντα οὐδεμιᾶς παραμυθίας ἠξίωσας, οὐδὲ τῶν θλιβόντων μέ τινα σφαγῇ παρέδωκας, νῦν δὲ οὕτως ἀπόντος σώζεις τὸν ἄσωτον. Οὗτος μὲν οὖν ὁ σκοπὸς τῆς παραβολῆς ἅπας, διὰ τοὺς γογγύζοντας Φαρισαίοους ἐπὶ τοῖς ὑπὸ τοῦ Κυρίου προσλαμβανομένοις ἁμαρτωλοῖς λεχθείσης, καὶ παιδευούσης, κἄν ὦμεν δίκαιοι, μὴ τοὺς ἁμαρτωλοὺς ἀποσείεσθαι, μηδὲ προσδεχομένου αὐτοὺς  τοῦ Θεοῦ καταγογγύζειν. Υἱὸς τοίνυν νεώτερος αἱ πόρναι, καὶ οἱ τελῶναι·  υἱὸς πρεσβύτερος οἱ Φαρισαῖοι καὶ οἱ Γραμματεῖς, καθ’ ὑπόθεσιν δίκαιοι λαμβανόμενοι, ὡσανεὶ λέγοντος τοῦ Θεοῦ· Ἔστω, ὑμεῖς δίκαιοι ἀληθῶς, καὶ οὐδεμίαν ἐντολὴν παραβεβηκότες· οὐ δεῖ οὖν προσλαμβάνεσθαι τοὺς ἐκ πονηρίας ἐπιστρέφοντας; Τοὺς τοιούτους οὖν γογγυστὰς παιδεύει διὰ τῆς παραβολῆς. Οὐκ ἀγνοῶ δὲ , ὅτι τινὲς εἰς τοὺς ἀγγέλους μὲ τὸν πρεσβύτερον υἱόν, τὸν δὲ νεώτερον εἰς τὴν τῶν ἀνθρώπων φύσιν τὴν νεωτερίσασαν κατὰ τῆς δοθείσης ἐντολῆς καὶ ἀφηνίασαν ἐξελάβοντο· ἄλλοι εἰς τοὺς Ἰσραηλίτας καὶ τοὺς ἐθνικούς. Ἀληθὲς δέ, ὅ εἴπομεν μόνον, ὅτι εἰς μὲν τῶν δικαίων τὸ πρόσωπον, λαμβάνεται ὁ πρεσβύτερον υἱός, εἰς τὸ τῶν ἀμαρτωλῶν δὲ καὶ ἐπιστρεφόντων, ὁ νεώτερος. Τὸ δὲ ὅλον ὕφος τῆς παραβολῆς διὰ τοὺς Φαρισαίους συνέστη, παιδεύοντος αὐτοὺς τοῦ Κυρίου, μὴ δυσχεραίνειν ἐπὶ τῇ παραδοχῇ τῶν ἁμαρτωλῶν, κἄν αὐτοὶ δίκαιοι εἶεν.  Μηδεὶς οὖν ἐπὶ τοῖς τοῦ Θεοῦ κρίμασι δυσχεραινέτω, ἀλλ’ ἀνεχέσθω εὐπραγούντων, καὶ σωζομένων τῶν ἁμαρτωλῶν δοκούντων. Τί γὰρ οἶδας, εἰ ὅν σὺ νομίζεις ἁμαρτωλόν, οὗτος μετενόησε, καὶ διὰ τοῦτο προσεδέχθη; Τί δὲ εἰ κρυπτὰς ἀρετὰς ἔχει, καὶ διὰ ταύτας παρὰ τοῦ Θεοῦ εὐμενῶς ὁρᾶται;


«Εἶπε ὁ Χριστός· Ἕνας ἄνθρωπος εἶχε δύο γιοὺς κι ὁ πιὸ μικρὸς εἶπε στὸν πατέρα του· Πατέρα, δῶσε μου τὸ μερίδιο ἀπὸ τὴν περιουσία μας. Κι ὁ πατέρας τοὺς μοίρασε τ’ ἀγαθά του.  Σὲ λίγες μέρες μάζεψε ὅ,τι τοῦ ἀναλογοῦσε ὁ μικρὸς γιὸς κι ἔφυγε σὲ χώρα μακρυνή. Ἐκεῖ σκόρπισε τὴν περιουσία του σὲ ἀσωτεῖες. Τὰ εἶχε σπαταλήσει ὅλα, ὅταν ἔπεσε μεγάλη πεῖνα σ’ ἐκείνη τή χώρα. Ἔπεσε τότε σὲ στέρηση κι ἔγινε μισθωτὸς ἑνὸς πολίτη τῆς χώρας ἐκείνης, ποὺ τὸν ἔστειλε στὰ χωράφια του νὰ βόσκη χοίρους. Ἔφτασε στὸ σημεῖο νὰ ἐπιθυμῆ νὰ χορτάσῃ μὲ τὰ χαρούπια ποὺ ἔτρωγαν οἱ χοῖροι καὶ κανένας δὲν τοῦ ἔδινε».  Καὶ τούτη ἡ παραβολὴ εἶναι ὅμοια μὲ τὶς προηγούμενες.  Παρουσιάζει τὸ Θεὸ σὰν ἄνθρωπο, τὸν ἀληθινὰ φιλάνθρωπο καὶ τοὺς δύο γιούς, καθῶς τὶς δύο κατηγορίες τῶν ἀνθρώπων, τοὺς δίκαιους καὶ τοὺς ἁμαρτωλούς. Κι ὁ μικρὸς εἶπε· δῶσε μου τὸ μερίδιό μου ἀπὸ τὴν περιουσία μας. Ἡ δικαιοσύνη εἶναι ἀρχικὴ κατάσταση τοῦ ἀνθρώπου, γι’ αὐτὸ κι ὁ μεγάλος δὲν παρεκκλίνει· ὑστερογέννητο κακὸ ἡ ἁμαρτία, γι’ αὐτὸ καὶ παρεκκλίνει ὁ μικρὸς, αὐτὸς, δηλαδὴ ποὺ συναυξήθηκε μὲ τὴν ἁμαρτία ποὺ μπῆκε στὸν κόσμο ἔπειτα. Καὶ μὲ ἄλλο νόημα λέγεται ὁ ἁμαρτωλὸς ἄνθρωπος «νεώτερος γιός», σὰν νεωτεριστὴς κι ἀποστάτης στὸ πατρικὸ θέλημα. «Πατέρα, δῶσε μου τὸ μερίδιό μου ἀπὸ τὴν περιουσία μας». Περιουσία τοῦ ἀνθρώπου εἶναι τὸ λογικό, μ’ ἐπακολούθημα τὴν αὐτεξούσιοτητα γιατὶ κάθε λογικὸ εἶναι αὐτεξούσιο.  Μᾶς παραχωρεῖ ὁ Κύριος τὸ λόγο, γιὰ νὰ τὸν χρησιμοποιοῦμε κατὰ τὸ θέλημά μας, σὰ δικό μας κτῆμα.  Καὶ τὸν παραχωρεῖ σ’ ὅλους ἐξ ἴσου, γιατὶ ὅλοι εἴμαστε ἐξ ἴσου λογικοί, ἐξ ἴσου αὐτεξούσιοι. Ἄλλοι ὅμως κάνομε λογικὴ χρήση τῆς τιμητικῆς παραχώρησης κι ἄλλοι ἐξευτελίζομε τὸ θεῖο δῶρο. Κι ὅλα γενικὰ ὅσα μᾶς ἔχει δώσει Θεός, ἄς τὰ θεωρήσωμε περιουσία μας, τὸν οὐρανό, τῆ γῆ, τὴν πλάση ὅλη, τὸ νόμο, τοὺς προφῆτες. Ἀλλὰ ὁ μικρὸς γιὸς ἐνῶ εἶδε τὸν οὐρανό, καὶ τὸν ἐθεοποίησε, τὴ γῆ καὶ τὴν προσκύνησε, δὲ θέλησε νὰ πορευτῆ στὶς γραμμὲς τοῦ νόμου, δολιεύτηκε τοὺς λόγους τῶν προφητῶν. Ὁ μεγαλύτερος ὅμως γιὸς τὰ χρησιμοποίησε ὅλα γιὰ τὴ δόξα τοῦ Θεοῦ. Στὸ ἴδιο μέτρο τοὺς τὰ παραχώρησε καὶ τοὺς ἄφησε νὰ πορευτοῦν κατὰ τὸ θέλημά τους· δὲν ὑποχρεώνει κανένα ποὺ δὲ θέλει νὰ τὸν ὑπηρετῆ. Ἄν ἤθελε νὰ μᾶς ὑποχρεώση, οὔτε λογικοὺς θὰ μᾶς δημιουργοῦσε οὔτε αὐτεξούσιους. Ὅλα αὐτὰ ὁ μικρὸς τὰ σπατάλησε μονοχεριά. Κι ὁ λόγος, ἡ ἀποδημία του στὰ μακρινά. Ὅταν δηλαδὴ ὁ ἄνθρωπος ἀπομακρυνθῆ ἀπὸ τὸ Θεὸ καὶ θέση τὸν ἑαυτὸ του πέρα ἀπὸ τὸ θεῖο φόβο ἐξαντλεῖ ὅλα τὰ θεία δῶρα. Ὅταν μένωμε κοντὰ στὸ Θεό, τίποτα τέτοιο δὲν κάνομε ποὺ ὁδηγεῖ στὴν ἀπώλεια κατὰ τὸ λόγο «ἀπ’ τὴν ἀρχὴ ἔβλεπα τὸν Κύριο δίπλα μου, στὰ δεξιά μου παντοτινὰ γιὰ νὰ μὴν ταραχτῶ». Ὅταν ὅμως ἀπομακρυνθοῦμε ἀπ’ αὐτὸν κι ἀποστρατήσωμε ἀπὸ τὸ θέλημά του, πράττομε καὶ πάσχομε τὰ χειρότερα, πάλι κατὰ τὸ λόγο «ὅσοι ἀπομακρύνονται ἀπὸ σένα θὰ χαθοῦν». «Σκόρπισε» λοιπὸν τὴν περιουσία του κι ἦταν φυσικό. Γιατὶ ἡ ἀρετῆ ἔχει ἕνα ὄνομα κι εἶναι κάτι ἁπλό. Ἡ κακία ὅμως εἶναι ποικίλη καὶ προκαλεῖ πολλὲς πλάνες. Ἡ ἀνδρεία λόγου χάρη ἔχει ἕνα ὄνομα κι ἀναφέρεται στὸ πότε, πῶς καὶ σὲ ποιοὺς πρέπει νὰ λειτουργεῖ τὸ θυμικό μας. Τῆς κακίας, ὅμως εἶναι δύο τά εἴδη, ἡ δειλία καὶ ἡ θρασύτητα. Βλέπεις ὅτι ἡ λέξη διασπᾶται καὶ χάνεται ἡ ἑνότητα τῆς ἀρετῆς;   Κι ὅταν  ἐξάντλησε τὴν περιουσία του καὶ δὲν περπατοῦσε πιὰ ὁ ἄνθρωπος σύμφωνα μὲ τὸ λόγο, ἐνοοῶ τὶς διατάξεις τοῦ φυσικοῦ νόμου, ἀλλὰ μήτε τὸ γραπτὸ νόμο ἀκολουθοῦσε, μήτε τοὺς προφῆτες ἄκουγε, πέφτει μεγάλη πεῖνα, ὄχι πεῖν τροφῶν ἀλλὰ πεῖνα τοῦ λόγου τοῦ Κυρίου.  Κι ἀρχίζει νὰ στερεῖται, γιατὶ δὲ φοβόταν τὸν Κύριο παρὰ ἦταν μακρυά του -ἐπειδὴ γιὰ ὅσους φοβοῦνται τὸν Κύριο δὲν ὑπάρχει στέρηση.  Καὶ πῶς δὲν ὑπάρχει στέρηση γιὰ ὅσους φοβοῦνται; Γιατὶ ὅποιος φοβᾶται τὸν Κύριο θὰ θέση τὴν ἱκανοποίηση του μέσα στὸν κύκλο τῶν ἐντολῶν του. Γι’ αὐτὸ καὶ βασιλεύει στὸ σπίτι του τιμὴ καὶ πλοῦτος καὶ ἀντίθετα, σκορπίζει αὐτὸς καὶ μοιράζει στοὺς φτωχούς· τόσο πολὺ ἀπέχει ὁ ἴδιος ἀπὸ τὴ στέρηση. Αὐτὸς λοιπὸν ποὺ ἀποδήμησε μακριὰ ἀπὸ τὸ Θεὸ καὶ δὲν ἔχει μπροστὰ στὰ μάτια του τὸ φοβερὸ του πρόσωπο, στερεῖται κατὰ φυσικὸ λόγο, ἀφοῦ καμμιὰ θεϊκὴ καταβολὴ δὲν ἐνεργεῖ μέσα του.  Κι ἀφοῦ πῆγε, δηλαδὴ ἀφοῦ προώδεψε καὶ πρόκοψε στὴν κακία, ἔγινε, μισθωτός, σ’ ἕνα πολίτη τῆς χώρας ἐκείνης. Ὁ μισθωτὸς τοῦ Κυρίου γίνεται ἕνα πνεῦμα μαζί του· ὁ μισθωτὸς τῆς πορνικῆς φύσεως τῶν δαιμόνων γίνεται ἕνα σῶμα μ αὐτούς, ὅλος σάρκα, χωρὶς νὰ γίνεται μέσα του καμμιὰ εἰσχώρηση τοῦ πνεύματος, ὅπως στοὺς ἀνθρώπους πρὶν ἀπὸ τὸν κατακλυσμό.  Γιατὶ ὅπως νἆναι πολῖτες τῆς χώρας ποὺ ἀπέχει ἀπὸ τὸ Θεὸ εἶναι οἱ δαίμονες. Κι αὐτὸς, ἀφοῦ πρόκοψε κι ἔγινε δυνατὸς στὴν κακία, βόσκει χοίρους, γίνεται δηλαδὴ καὶ στοὺς ἄλλους δάσκαλος τῆς κακίας καὶ τῶν βρώμικων πράξεων.  Γιατὶ ὅλοι ποὺ δοκιμάζουν εὐχαρίστηση μὲ τὴν ἀκαθαρσία τῶν αἰσχρῶν πράξεων καὶ τῶν ὑλικῶν παθῶν εἶναι χοῖροι. Γιατὶ τοῦ χοίρου τὰ μάτια ποτὲ δὲν μποροῦνε νὰ κοιτάξουν πρὸς τὰ ἐπάνω, ἐπειδὴ ἔχουν μιὰ ἀλλόκοτη διάπλαση.  Γι’ αὐτὸ κι οἱ χοιροβοσκοί, ὅταν δὲν μποροῦν νὰ σταματήσουν τὶς κραυγὲς τοῦ χοίρου ποὺ κρατοῦν, τὸν γυρίζουν ἀνάσκελα καὶ τὸν κάνουν ἔτσι νὰ μετριάζη τὶς κραυγὲς του.  Γιατὶ αὐτὸς ξαφνιάζεται καὶ σωπαίνει βλέποντας ψηλὰ καὶ πράγματα ποὺ δὲν εἶδε ποτέ. Τέτοια εἶναι τὰ μάτια ὅσων τρέφονται μὲ τὰ αἰσχρὰ, ποτὲ δὲ βλέπουν ψηλά. Χοίρους λοιπὸν βόσκει ὅποιος νικᾶ πολλοὺς στὴν αἰσχρότητα, ὅπως οἱ πορνοβοσκοί, οἱ ἀρχιληστές, οἱ ἀρχιτελῶνες. Ὅλοι αὐτοὶ βόσκουν χοίρους. Κι ἐπιθυμεῖ τοῦτος ὁ ἀξιοθρήνητος νὰ χορτάση ἀπὸ ἁμαρτία καὶ κανένας δὲν τοῦ δίνει τὸ χορτασμό της.  Κανένας δὲ χορταίνει τὴν αἰσχρότητα, ὅποιος ἐξοικειώθηκε μαζί της. Μήπως καὶ ἡ ἡδονὴ μένει; Ἤ τὴν ἴδια στιγμὴ ποὺ τὴ νιώθει κανένας περνᾶ κιόλα, καὶ βρίσκεται ὁ ἀξιοθρήνητος μ’ ἄδεια χέρια. Μὲ χαρούπια παρομοιάζεται ἡ ἁμαρτία, ποὺ ἔχει γλυκύτητα καὶ σκληράδα·  ἡ εὐχαρίστησή της προσωρινή, ἐνῶ ἡ τιμωρία της αἰώνια.  Κανένας λοιπὸν δὲν δίνει χορτασμὸ ἀπὸ τὶς αἰσχρότητες σ’ ὅποιον ἐντρυφᾶ μέσα σ’ αὐτές. Γιατὶ ποιός θὰ τοῦ δώση τὸν κορεσμὸ καὶ θὰ παύσῃ τὴν πεῖνα του; Ὁ Θεός; Μὰ δὲν εἶναι κοντά, γιατὶ βρίσκεται σὲ μακρινὴ ἀποδημία ἀπὸ τὸ Θεὸ αὐτὸς ποὺ τρώει τὰ χαρούπια. Μήπως οἱ δαίμονες; Πῶς ὅμως, ἀφοῦ αὐτοὶ ἐπιδιώκουν περισσότερο νὰ μὴ γίνη ποτὲ σταμάτημα τῆς κακίας καὶ χορτασμός της;
«Κι ἀφοῦ ἦρθε στὸν ἑαυτὸ του, εἶπε· πόσοι μισθωτοὶ τοῦ πατέρα μου πετοῦνε τὰ τρόφιμά τους κι ἐγὼ πεθαίνω τῆς πείνας. Θὰ σηκωθῶ καὶ θὰ πάω στὸν πατέρα μου καὶ θὰ του πῶ·  Πατέρα, ἁμάρτησα μπροστὰ στὸν οὐρανό καὶ σὲ σένα καὶ δὲν εἶμαι ἄξιος νὰ ὀνομαστῶ γιό σου.  Κάνε με σὰν ἕνα ἀπὸ τοὺς μισθωτούς σου.  Καὶ σηκώθηκε καὶ πῆγε στὸν Πατέρα του. Ἦταν ἀκόμα μακριά, ὅταν τὸν εἶδε ὁ πατέρας του. Γέμισε λύπη ἡ ψυχή του καὶ τρέχοντας ἔπεσε στὴν ἀγκαλιά του καὶ τὸν γέμισε φιλήματα.  Καὶ τοῦ εἶπε ὁ γιός·  Πατέρα, ἁμάρτησα μπροστὰ στὸνν οὐρανὸ καὶ σὲ σένα καὶ δὲν εἶμαι ἄξιος νὰ ὀνομαστῶ γιός σου». Ἦρθε στὸν ἑαυτό του ὁ ὡς τότε ἄσωτος. Ὥσπου ἔπραττε τὶς αἰσχρότητες ἦταν ἔξω ἀπὸ τὸν ἑαυτὸ του, λέγεται ὅτι κατασπατάλησε τὴν περιουσία του, κι εἶναι φυσικό.  Γι’ αὐτὸ εἶναι ἔξω ἀπὸ τὸν ἑαυτό του. Γιατὶ αὐτὸς ποὺ δὲν καθοδηγεῖται ἀπὸ τὸ λόγο ἀλλὰ ζῇ σὰν ἄλογος καὶ γίνεται ὁδηγὸς τῆς ἀλογίας τῶν ἄλλων, εἶναι ἔξω ἀπὸ τὸν ἑαυτό του καὶ δὲ μένει πάνω στὴν οὐσία του, τὸ λόγο.  Κι ὅταν ἀναλογιστῆ ποιός ἦταν καὶ σὲ ποιά ἀθλιότητα κατάντησε, τότε ἔρχεται στὸν ἑαυτό του μὲ τὸν ἀναλογισμὸ καὶ τὴ μετάνοια ἀπὸ τὴν περιπλάνησή του. Μισθωτοὺς πάλι ἐννοεῖ τοὺς κατηχουμένους ποὺ δὲν ἔφτασαν ἀκόμα νὰ γίνουνε γιοί, ἐπειδὴ ἀκόμα δὲ φωτίστηκαν. Ὅμως οἱ κατηχουμένοι ἔχουν περισσεύματα ἀπὸ λογικὲς τροφές, ἀκούοντας τὰ ἀναγνώσματα καθημερινά. Ἄκουσε τὰ ἐξῆς γιὰ νὰ μάθης τὴ διαφορὰ γιοῦ καὶ μισθωτοῦ. Ἐκείνων ποὺ σώζονται οἱ κατηγορίες εἶναι τρεῖς. Οἱ πρῶτοι ἀσκοῦν τὴν ἀρετή, ἐπειδὴ φοβοῦνται τὴν τιμωρία. Γιὰ τοῦτο κάνει ὑπαινιγμὸ κι ὁ Δαυΐδ λέγοντας· «καθήλωσε μὲ τὸ φόβο σου τὴ σάρκα μου· μὲ παραλύει τῆς τιμωρίας σου ὁ φόβος». Οἱ δεύτεροι φαίνονται ὅτι εἶναι μισθωτοί, ἐπειδὴ τρέχουν νὰ εὐαρεστήσουν τὸ Θεὸ ἀπὸ ἐπιθυμία τῆς ἀμοιβῆς. «Ἐπίεσα τὸν ἑαυτό μου νὰ ἐκτελέσω τὸ θέλημά σου γιὰ τὴν αἰώνια ἀνταμοιβὴ μου». Ὅσοι ὅμως εἶναι γιοὶ ἐκτελοῦν τὶς ἐντολὲς του ἀπὸ ἀγάπη πρὸς τὸ Θεὸ καθὼς πάλι ὁ ἴδιος ὁ Δαυΐδ λέει·  «Πόσο Κύριε, ἀγάπησα τὸ νόμο σου· ὅλη τὴν ἡμέρα εἶναι τὸ μελέτημά μου». Καὶ πάλι· «Ἅπλωσα τὰ χέρια μου στὶς ἐντολὲς σου, ποὺ τὶς ἀγάπησα, καὶ ὄχι ποὺ τὶς ἐφοβήθηκα». Καὶ πάλι· «Μὲ γεμίζουν ἀπὸ θαυμασμὸ τὰ ἔργα σου, κι ἐπειδὴ εἶναι θαυμαστά, γι’ αὐτὸ τὰ ἐρεύνησε ἡ ψυχή μου». Καὶ δὲν πρέπει νὰ νομίζωμε ὅτι οἱ κατηχούμενοι μόνο λέγονται μισθωτοὶ ἀλλὰ καὶ ὅσοι μέσα στὴν Ἐκκλησία δὲν εἶναι πιὸ δοκιμασμένοι. Ὅταν λοιπὸν κάποιος, ποὺ ἦταν στὴν τάξη τῶν γιῶν κι ἔπειτα ἀποκηρύχτηκε γιὰ τὶς ἁμαρτίες του, βλέπη ν’ ἀπολαμβάνουν ἄλλοι τὰ δῶρα τοῦ Θεοῦ καὶ νὰ μετέχουν στὰ θεῖα μυστήρια καὶ στὸν θεῖο ἄρτο, τότε εἶναι ἡ ὥρα  γι’ αὐτὸν τὸ θλιβερὸν ἐπίλογο. «Πόσοι μισθωτοὶ τοῦ Πατέρα μου ἔχουν περισσεύματα στὰ τρόφιμά τους κι ἐγὼ πεθαίνω τῆς πείνας. Ἀλλὰ θὰ σηκωθῶ, ἀπὸ τὴν πτώση δηλαδὴ τῆς ἁμαρτίας, καὶ θὰ πάω στὸν Πατέρα μου καὶ θὰ τοῦ πῶ Πατέρα, ἁμάρτησα μπροστὰ στὸν οὐρανό, ἐπειδὴ τὸν ἐγκατάλειψα καὶ προτίμησα τὴ σιχαμερὴ ἡδονὴ κι ἀπὸ τὴν πατρί΄δα μου τὸν οὐρανὸ πρόκρινα τὴ χώρα τοῦ λιμοῦ. Ἁμαρτάνει ἀπέναντι τοῦ χρυσοῦ κατὰ κάποιο τρόπο ὅποιος προτιμᾶ τὸ μολὺβι κι ἁμαρτάνει στὸν οὐρανό, ὅποιος προτιμήση τὴ γῆ. Ἀστοχεῖ πάντως ἀπὸ τὸ δρόμο ποὺ ὁδηγεῖ στὸν οὐρανό.  Σημείωσε ὅτι ὅταν ἔκαμε τὴν ἁμαρτία, δὲν ἔνιωθε ὅτι βρισκόταν μπροστὰ στὸ Θεό, ὅταν ὅμως κάνη τὴν ἐξομολόγησή του, αἰσθάνεται ὅτι ἔχει ἁμαρτήση μπροστά του. Σηκώθηκε κι ἦρθε στὸν Πατέρα του.  Δὲν πρέπει μόνο νὰ ἐπιθυμοῦμε, ὅ,τι ἀρέσει στὸ Θεὸ ἀλλὰ καὶ νὰ τὸ πράττωμε.  Καὶ καθὼς εἶδες τὴ θερμὴ μετάνοια, κοίταξε καὶ τὴν εὐσπλχανία τοῦ Πατέρα του.  Δὲν περίμενε τὸ γιὸ νὰ ἔρθη κοντά του. Τρέχει καὶ τὸν ἀγκαλιάζει. Ἔχοντας τὸ πατρικὸ φίλτρο, ἄν καὶ Θεός, μὲ ὅλο του τὸ εἶναι, ὁλόκληρο τὸν ἀγκαλιάζει, γιὰ νὰ τὸν σφιχτοπεριπλέξη ἀπὸ παντοῦ μὲ τὸν ἐαυτό του, ὅπως ἔχει λεχθῆ· «Καὶ θὰ σὲ περιντύση, ἡ δόαξα τοῦ Θεοῦ».  Καὶ πρῶτα, ὅταν ὁ γιὸς ἀπομακρύνθηκε, ἦταν καιρὸς ν’ ἀπομακρυνθῆ κι ὁ Πατέρας ἀπὸ τὸ σφιχταγκάλιασμα. Ὅταν τὸν  πλησίασε μὲ τὴν προσευχὴ καὶ τὴν ἐπιστροφή του, ἦρθε ἡ ὧρα νὰ τὸν ἀγκαλιάση. Πέφτει λοιπὸν στὸν τράχηλό του, δείχνοντας στὸν παλαιὸ ἀποστάτη νὰ γίνη ὑπάκουος. Καὶ γιὰ νὰ ἐπιβεβαιώση τὴ συμφιλίωση τὸν καταφιλεῖ, ἐξαγνιζοντας πρῶτα τὸ στόμα τοῦ ἀκάθαρτου, καθὼς τὸ πρόθυρο τοῦ σπιτιοῦ κι ἔπειτα προχωρεῖ τὸν ἐξαγνισμὸ καὶ στὸν ἐσωτερικό του κόσμο. 

Κι εἶπε στοὺς δούλους του ὁ Πατέρας. Φέρετε τὴν πρώτη στολή του καὶ ντύσετέ τον καὶ βάλτε του δαχτυλίδι στὸ χέρι καὶ στὰ πόδια του παπούτσια.  Φέρετε καὶ τὸ μοσχάρι τὸ σιτευτὸ καὶ θυσιάστε τὸ κι ἄς φᾶμε κι ἄς εὐχαριστηθοῦμε, γιατὶ αὐτὸς ὁ γιός μου ἦταν νεκρὸς καὶ ξαναέζησε καὶ εἶχε χαθῆ καὶ βρέθηκε. Κι ἄρχισαν νὰ διασκεδάζουν». Δούλους μπορεῖς νὰ θεωρήσης ἤ τοὺς ἀγγέλους, τὰ λειτουργικὰ πνεύματα ποὺ  ἀποστέλλονται στὴ διακονία τῆς σωτηρίας τῶν ἄξιων.  Γιατὶ αὐτοὶ στολίζουν ὅποιον ἐπιστρέφει ἀπὸ τὴν κακια μὲ τὴν πρώτη στολή, τὴν παλατιά, ποὺ φορούσαμε πρὶν ἁμαρτήσωμε, τὸ ροῦχο τῆς ἀφθαρίας ἤ τὴν πολυτιμότερη ἀπ’ ὅλες τὶς ἄλλες, ποὺ εἶναι ἡ στολὴ του βαπτίσματος. Γιατὶ αὐτὴν πρώτη φορῶ κι αὐτῆ μοῦ σκεπάζει τὴν ἀσκήμια μου. Ἤ τοὺς ἀγγέλους λοιπὸν μπορεῖς νὰ θεωρήσης δούλους, ποὺ διακονοῦν σ’ ὅσα ἐμεῖς τελοῦμε καὶ μ’ ὅσα παίρνομε τὸν ἁγιασμό.  Μπορεῖς νὰ θεωρήσης καὶ τοὺς ἱερεῖς, ποὺ καὶ μὲ τὸ βάπτισμα καὶ μὲ τὴν διδασκαλία ντύνουν ἐκεῖνον ποὺ ἐπιστρέφει καὶ τὸ Χριστό μᾶς φοροῦν σὰν πρώτη στολὴ - ὅσοι βαφτισήκαμε στ’ ὄνομα τοῦ Χριστοῦ, τὸ Χριστὸ ντυθήκαμε. Μᾶς δίνουν ἔπειτα δαχτυλίδι στὸ χέρι, τὴ σφραγίδα τοῦ χριστιανισμοῦ, ποὺ μὲ τὰ ἔργα μας ἐπήραμε, γιατὶ τὸ χέρι εἶναι τῆς πράξης σύμβολο καὶ τῆς σφραγίδας τὸ δαχτυλίδι. Ὅποιος λοιπὸν βαφτίζεται καὶ καθένας ποὺ ἐπιστρέφει ἀπὸ τὴν κακία χρεωστεῖ νὰ ἔχη πάνω στὸ χέρι του, δηλαδὴ πρακτικὴ δύναμη τὴ σφραγίδα καὶ τὸ γνώρισμα τοῦ Χριστιανοῦ, γιὰ νὰ μπορῆ νὰ δείχνη ὅτι κατὰ τὴν εἰκόνα τοῦ πλάστη του ἀνανεώθηκε. Μπορεῖς κι ἀλλιῶς νὰ θεωρήσης τὸ δαχτυλίδι, σὰν ἀρραβῶνα τοῦ Πνεύματος, ὅτι ὁ Θεὸς δίνει τὰ πιὸ τέλεια ἀγαθά, ὅταν εἶναι ἡ ὧρα τους. Ἀλλὰ τώρα σὰν ἐγγύηση μᾶς δίνει τὰ χαρίσματα ἐκεῖνα, σὰν ἀρραβῶνα τῶν μελλοντικῶν, σὲ ἄλλους θαυματουργικὴ ἱκανότητα, σὲ ἄλλους δύναμη διδασκαλίας, σὲ ἄλλους κάτι ἄλλο κι ἔπειται ἀπ’ αὐτὰ ἐλπίζομε θετικὰ καὶ τὰ πιὸ τέλεια. «’Υποδήματα στὰ πόδια του», γιὰ νὰ προφυλάγωνται ἀπὸ τοὺς σκορπιούς, τὰ ἁμαρτήματα ποὺ θεωροῦσαν μικρὰ καὶ κρυφά, ὅπως εἶπε ὁ Δαυΐδ ἀλλὰ θανατηφόρα και αὐτά. Ἀλλὰ βέβαια κι ἀπὸ τὰ φίδια, τὶς ἁμαρτίες ποὺ πιστεύεται ὅτι βλάπτουν φανερά. Καὶ μὲ ἄλλο νόημα, δίδονται παπούτσια σ’ αὐτὸν ποὺ ἀξιώθηκε τὴν πρώτη στολή, ἐπειδὴ ὁ Θεὸς τὸν ἑτοιμάζει γιὰ τὸ κήρυγμα καὶ τὴν ὠφέλεια τῶν ἄλλων. Ὁ χριστιανισμὸς εἶναι ὠφέλεια τοῦ διπλανοῦ του.  Δὲν εἶναι ἄγνωστο ποιό εἶναι τὸ μοσχάρι τὸ σιτευτό, ποὺ θυσιάζεται καὶ τρώγεται.  Χωρὶς ἀμφιβολία εἶναι ὁ ἀληθινὸς γιὸς τοῦ Θεοῦ, ἀφοῦ ἔγινε ἄνθρωπος κι ἔλαβε σάρκα ποὺ εἶναι ἄλογη καὶ κτηνώδης, μόλο ποὺ τὴν ἔχει γεμίσει μὲ τὶς δικές τους ἰδιότητες. Ἀπ’ αὐτὴ τὴν ἄποψη θεωρεῖται μοσχάρι, ἄπειρος ἀπὸ τὸ ζυγο τῆς ἁμαρτίας καὶ σιτευτό, ἐπειδὴ εἶχε ἀπὸ τὴν ἀρχὴ τοῦ κόσμου ὁριστῆ γι’ αὐτὸ τὸ μυστήριο. Καὶ θὰ φανῆ ἴσως ἀκομα πιὸ παράδοξο αὐτὸ ποὺ θὰ πῶ ἀλλὰ θὰ τὸ πῶ. Ὁ ἄρτος τῆς κονωνίας, ἐπειδὴ κατά τὸ φιανόμενο ἀποτελεῖται ἀπὸ σιτάρι, μπορεῖ νὰ λεχτῆ σιτευτός.  Κατ’ ἄλλο νόημά του ὅμως ἐπειδὴ εἶναι σάρκα θὰ μποροῦσε νὰ λεχθῆ μοσχάρι. Ὁπότε μόσχος καὶ σιτευτὸς εἶναι τὸ ἴδιο.  Καθένας λοιπὸν ποὺ βαπτίζεται καὶ γίνεται γιὸς τοῦ Θεοῦ ἤ καλύτερα ἀποκαθίσταται στὴ θέση τοῦ γιοῦ καὶ γενικὰ καθένας ποὺ καθαρίζεται ἀπὸ τὴν ἁμαρτία κοινωνεῖ αὐτὸ τὸ σιτευτὸ μοσχάρι καὶ γίνεται αἰτία χαρᾶς καὶ στὸν Πατέρα καὶ στοὺς δούλους του, ἀγγέλους καὶ ἱερεῖς, ἐπειδὴ ἐπέστρεψε ἀπὸ τὸ θάνατο στὴ ζωὴ καὶ ἀπὸ τὴν ἀπώλεια βρέθηκε. Ὅσο βρισκόταν μέσα στὴ κακία, ἦταν νεκρός, δὲν ὑπῆρχε γι’ αὐτὸν ἐλπίδα. Ὅσον εἶχε ἀνθρώπινη φύση τὴ μεταβλητή, ποὺ μπορεῖ ἀπὸ τὴν κακία νὰ μεταπέση στὴν ἀρετὴ, λέγεται ὅτι εἶχε χαθῆ. Αὐτὴ εἶναι μετριώτερη ἔκφραση ἀπὸ τὴν πρώτη.

Ὁ μεγάλος γιὸς ἦταν στὸ χωράφι.  Στὸ γυρισμὸ καθὼς πλησιάζοντας στὸ σπίτι ἄκουσε τραγούδια καὶ χορούς, κάλεσε κάποιο παιδὶ ἀπὸ τοὺς ὑπηρέτες καὶ ρωτοῦσε τί γινόταν. Κι αὐτὸ τοῦ εἶπε ὅτι γύρισε ὁ ἀδελφός σου κι ὁ πατέρας σου ἔσφαξε τὸ σιτευτὸ μοσχάρι, ἐπειδὴ τοῦ ἦρθε γερός.  Θύμωσε καὶ δὲν ἤθελε νὰ μπῆ. Βγῆκε ὁ Πατέρας καὶ τὸν παρακαλοῦσε κι ἐκεῖνος τοῦ εἶπε· Σκέψου πόσα χρόνια σὲ ὑπηρετῶ χωρὶς ποτὲ νὰ παρακούσω τὸ λόγο σου καὶ ποτὲ δὲ μοὔδωσες ἕνα ἐρίφι νὰ διασκεδάσω μὲ τοὺς φίλους μου. Ὅταν ὅμως ἦρθε τοῦτος ἐδῶ ὁ γιὸς του, ποὺ σπατάλησε τὴ περιουσία σου μὲ τὶς πόρνες, τοῦ ἔσφαξαν τὸ μοσχάρι τὸ σιτευτό.  Καὶ τοῦ εἶπε·  Παιδί μου, σὺ εἶσαι πάντα μαζί μου κι ὅλα τὰ δικά μου εἶναι δικά σου· ἔπρεπε ὅμως νὰ διασκεδάσης καὶ νὰ χαρῆς, γιατὶ ὁ ἀδελφός σου ἦταν νεκρὸς καὶ ξανάζησε κι εἶχε χαθῆ καὶ βρέθηκε». Ἐδῶ  εἶναι πολυθρύλητο ζήτημα. Πῶς παρουσιάζεται φθονερὸς ὁ γιὸς ὁ ἐνάρεττος στὰ ἄλλα κι ὑπάκουος στὸν πατέρα του; Τοῦτο θὰ εὕρη τὴ λύση του, ἄν κανένας ἀναλογιστῆ, γιατὶ ἐλέχτηκε ἡ παραβολλή. Χωρὶς ἀμφιβολία, ἐπειδὴ οἱ καθαροὶ κι αὐτοδικαιολόγητοι Φαρισαῖοι διαμαρτύρονται, ποὺ ὁ Χριστὸς δεχόταν τὶς πόρνες καὶ τοὺς τελῶνες. Γι’ αὐτὸ ἡ παραβολὴ αὐτὴ μπῆε στὴ σειρὰ τῶν προηγουμένων της. Λέχτηκε λοιπόν, γιατὶ οἱ Φαρισαῖοι ἐγόγγυζαν, ἐπειδὴ ἦσαν, ὅπως ἐνόμιζαν, πιὸ δίκαιοι ἀπὸ τοὺς τελῶνες. Πρόσεξε ὅτι τὸ πρόσωπο τοῦ γιοῦ, ποὺ φαίνεται ὅτι γογγύζει, ἀντιπροσωπεύει ὅλους ἐκείνους ποὺ σκανδαλίζονται γιὰ τὴ γενικὴ εὐτυχία καὶ σωτηρία τῶν ἁματωλῶν. Τοῦτο ὅμως δὲν εἶναι φθόνος ἀλλὰ ξεχείλισμα τῆς φιλανθρωπίας τοῦ Θεοῦ, ποὺ δὲ γνωρίζομε τὸ λόγο της καὶ γι’  αὐτὸ γεννᾶ τὸ γογγυσμό.  Μήπως κι ὁ Δαυΐδ δὲν παρουσιάζει κάποιον ποὺ σκανδαλίζεται γιὰ τὴν εἰρήνη τῶν ἁμαρτωλῶν; Τὸ ἴδιο καὶ ὁ Ἱερεμίας λέει· «Γιατὶ προχωρεῖ ὁ δρόμος τῶν ἀσεβῶν; Σὰ φυτὰ τούς ἐφύτευψες κι ἔκαμαν ρίζες». Αὐτὰ ὅλα εἶναι σημάδια τῆς αδύνατης καὶ φτωχῆς διάνοιας τῶν ἀνθρώπων, ποὺ ἀνάβει κι ἀπορεῖ γιὰ τὴν ἀνάξια τάχα εὐτυχία τῶν πονηρῶν. Μὲ τὴν παραβολὴ αὐτὴ ὁ Κύριος μιλάει κάπως ἔτσι στοὺς Φαρισαίους. Ἄς εἶναι.  Σεῖς εἴστε δίκαιοι κατὰ τὸ παράδειγμα τοῦ γιοῦ ἐκείνου κι ἀρεστοὶ στὸν Πατέρα. Σᾶς παρακαλῶ, ἐσᾶς τοὺς δίκαιους καὶ καθαροὺς, νὰ μὴ γογγύζεται γιὰ τὴ χαρὰ ποὺ κάνομε γιὰ τὴ σωτηρία τοῦ ἁμαρτωλοῦ, γιατὶ κι αὐτὸς εἶναι γιός. Δὲν ἐμφανίζεται λοιπὸν ἐδῶ φθόνος, ἀλλὰ διορθώνει ὀ Κύριος τὸ φρόνημα τῶν Φαρισαίων μὲ τὴν παραβολή, ὥστε ἄν αὐτοὶ εἶναι δίκαιοι κι ἔχουν ἐκτελέσει κάθε ἐντολὴ τοῦ Θεοῦ, νὰ μὴ θυμώνουν γιὰ τὸ δέξιμο τῶν ἁμαρτωλῶν. Καὶ δὲν  εἶναι παράδοξο ἄν θυμώνωμε γιὰ ὅσα νομίζομε πὼς γίνονται ἀνάξια. Εἶναι τόση ἡ φιλανθρωπία τοῦ Θεοῦ καὶ τόσο ἄφθονα μᾶς μεταδίδει τ’ ἀγαθά του, ὥστε μπορεῖ ἀπ’ αὐτὸ νὰ γεννηθῆ γογγυσμός. Τοῦτο τὸ λέμε στὶς καθημερινὲς συναναστροφές.  Πολλὲς φορές, εὐεργετοῦμε κάποιον κι ὅταν μᾶς δείχνει ἀχαριστία τοῦ λέμε ὅτι μὲ κατηγοροῦν ὅλοι γιατὶ σοῦ ἔκαμα τόσες εὐεργεσίες. Μπορεῖ νᾶ μὴ μᾶς κατηγόρησε κανένας ἀλλὰ πλάθομε τὸ περιστατικό, ἐπειδὴ θέλομε νὰ παρουσιάσωμεν τὸ μέγεθος τῆς φιλανθρωπίας. Ἄς δοῦμε ὅμως ἰδιαίτερα καὶ κάπως περιληπτικὰ τὴν παραβολή. Ὁ μεγάλος γιὸς ἦταν στὸ χωράφι, σ’ αὐτὸν τὸν κόσμο, καλλιεργῶντας τὴ γῆ του, δηλαδή τὴ σάρκα, γιὰ νὰ χορτάση ψωμί, νὰ σπείρη μὲ δάκρυα καὶ μὲ χαρὰ νὰ θερίση. Ὅταν ὅμως ἔμαθε ὅ,τι ἔγινε, δὲν ἤθελε νὰ πάρη μέρος στὴν κοινὴ χαρά. Κι ὁ φιλάνθρωπος πατέρας βγαίνει καὶ τὸν παρακαλεῖ καὶ τοῦ ἐπανλαμβάνει τὸ λόγο τῆς χαρᾶς, εἶναι  τὸ ξαναζωντάνεμα ἑνὸς νεκροῦ. Αὐτὸ γιατὶ ἐκεῖνος δὲν ἐγνώριζε καὶ σκανδαλιζόταν καὶ τὸν κατηγοροῦσε ὅτι οὔτε ἕνα ἐρίφι δὲν τοῦ εἶχε δώσει, ἐνῶ στὸν ἄσωτο εἶχε σφάξει τὸ μοσχάρι τὸ σιτευτό. Καὶ τί θέλει νὰ φανερώση μὲ τὸ ἐρίφι; Κάθε ἐρίφι πηγαίνει μὲ τὴν κοινὴ καὶ ἁμαρτωλὴ μερίδα. Παρατηρεῖ λοιπὸν ὁ γιὸς ποὺ εὐαρέστησε τὸν πατέρα· Μὲ κάθε ταλαιπωρία περνοῦσα τὴ ζωή μου· μὲ καταδίωκαν, μὲ κακομεταχειρίζονταν, μὲ ἔθλιβαν οἱ ἁμαρτωλοὶ καὶ ποτὲ γιὰ χάρη μου δὲν ἔσφαξες οὔτε ἐσκότωσες ἕνα ἐρίφι, ἕναν ἁμαρτωλὸ δηλαδὴ ποὺ μὲ ἔθλιβε, γιὰ νὰ δοκιμάσω κι ἐγὼ μιὰ μικρὴ ἱκανοποίηση. Ἐρίφι ἦταν ὁ Ἀχαὰβ λόγου χάρη γιὰ τὸν Ἠλιοῦ.  Καταδίωκε τὸν Ἠλιοῦ ἀλλὰ ὁ Κύριος δὲν παρέδωσε αὐτὸ τὸ ἐρίφι ἀμέσως στὴ σφαγή, γιὰ νὰ ξαποστάση μιὰ στιγμὴ ὁ Ἠλιοῦ καὶ ν’ ἀναπαυθῆ μὲ τοὺς φίλους του τοὺς προφῆτες. Γι’ αὐτὸ καὶ ἀπευθύνεται στὸ Θεό· «Κύριε, σκότωσαν τοὺς προφῆτες σου καὶ ξεθεμέλιωσαν τὰ θυσιαστήριά σου». Ἐρίφι ἦταν ὁ Σαοὺλ γιὰ τὸν Δαυΐδ κι ὅλοι ποὺ τὸν συκοφαντοῦσαν. Τοὺς ἄφησε ὁ Κύριος νὰ τὸν πειράζουν καὶ δὲν τοὺς ἔσφαξε, γιὰ νὰ εὐχαριστηθῆ ὁ Δαυΐδ κι ἔλεγε ἐκεῖνος· «Ὡς πότε οἱ ἁμαρτωλοί θὰ καυχιοῦνται;» Ὅμοια μιλάει καὶ ὁ γιὸς τοῦ Εὑαγγελίου. Πάντα ἐκοπίαζα καὶ γιὰ καμμιὰ ἱκανοποίηση δὲ μ’ ἔκρινες ἄξιο, οὔτε κανένα ἀπ’ ὅσους μὲ ἔθλιβαν δὲν μου παρέδωσες γιὰ σφαγή, ἐνῶ τώρα χωρὶς κανένα κόπο ἀπὸ μέρος του σώζει τὸν ἄσωτο. Αὐτὸς εἶναι ἀποκλειστικὰ ὁ σκοπὸς τῆς παραβολῆς. Ἀφορᾶ τοὺς Φαρισαίους ποὺ γόγγυζαν γιὰ τοὺς ἁμαρτωλοὺς ποὺ δεχόταν ὁ Κύριος καὶ διδάσκει ἄν εἴμαστε δίκαιοι, νὰ μὴν ἀποδιώκωμε τοὺς ἁματωλοὺς  μήτε νὰ γογγύζωμε, ὅταν γοὺς δέχεται ὁ Θεός. Μικρὸς γιὸς οἱ πόρνες κι οἱ τελῶνες· ὁ μεγαλύτερος, οἱ Φαρισαῖοι καὶ οἱ Γραμματεῖς ποὺ θεωροῦνταν καθ’ ὑπόθεση δίκαιοι, σὰ νὰ λέη ὁ Θεός. Ἄς ὑποθέσουμε ὅτι σεῖς εἴστε ἀληθηνὰ δίκαιοι καὶ δὲν ἔχετε παραβιάσει καμμιὰ ἐντολή μου· δὲν πρέπει λοιπὸν νὰ δέχεστε ὅσους ἐπιστρέφουν ἀπὸ τὴν ἁμαρτία; Αὐτοῦ τοῦ εἴδους τοὺς γογγυστὰς διδάσκει μὲ τὴ παραβολή. Δὲν μοῦ εἶναι ἄγνωστο ὅτι μερικοὶ ἀναφέρουν στοὺς ἀγγέλους τὸν μεγαλύτερο γιὸ καὶ τὸ μικρὸ στὴν ἀνθρώινη φύση, ποὺ ἀποστάτησε κατὰ τῆς ἐντολῆς ποὺ δόθηκε καὶ πέταξε τὸ χαλινό. Ἄλλοι βλέπουν τούς Ἰσραηλῖτες καὶ τοὺς εἰδωλολάτρες. Τὸ μόνο ἀληθινὸ εἶναι αὐτὸ ποὺ εἴπαμε, ὁ μεγάλος γιὸς ἀντιπροσωπεύει τοὺς δίκαιους καὶ ὁ μικρὸς ὅσους ἁμαρτάνουν καὶ ἐπιστρέφουν. Ἡ οἰκονομία ὁλόκληρη τῆς παραβολῆς ἔγινε γιὰ τοὺς Φαρισαίους· τοὺς διδάσκει ὁ  Κύριος νὰ μὴ δυστροποῦν γιὰ τὸ δέξιμο τῶν ἁμαρτωλῶν κι ἄς ἦσαν αὐτοὶ δίκαιοι. Κανένας λοιπὸν ἄς μὴ δυστροπῆ μὲ τὶς ἀποφάσεις τοῦ Θεοῦ ἀλλὰ ἄς ἀνέχεται νὰ εὐτυχοῦν καὶ νὰ σώζωνται ὅσοι θεωροῦνται ἁμαρτωλοί. Πῶς ξαίρεις ἐσὺ ἄν δὲ μετανόησε κάποιος, ποὺ ἐσὺ νομίζεις ἁμαρτωλό, καὶ γι’  αὐτὸ ἔγινε δεκτός; Καὶ ποῦ γνωρίζεις ἄν ἔχη ἀρετὲς ἀφανέρωτες, ποὺ γιὰ χάρη τους τὸν βλέπει ὁ Θεὸς μὲ ἀγάπη;





Μητροπολίτου Τρίκκης καὶ Σταγῶν Διονυσίου
Πατερικὸν Κυριακοδρόμιον
Τόμος Δεύτερος
Ἀθῆναι 1969
σελ.130-141

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου